Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.’
  2. ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·
  3. ‘ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα,
  4. ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,
  5. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·
  6. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,
  7. κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.’
  8. ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι.
  9. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον,
  10. χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε
  11. πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·
  12. ‘κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν,
  13. Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,
  14. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·
  15. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε,
  16. κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.’
  17. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος.
  18. Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος
  19. τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε
  20. πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.