Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω
  2. μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,
  3. εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,
  4. κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.
  5. πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις
  6. αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις
  7. γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,
  8. καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;
  9. ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν
  10. κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη
  11. γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν
  12. αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.
  13. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.
  14. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή,
  15. εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν
  16. ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.’
  17. ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν
  18. μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο
  19. Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·
  20. ‘εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,