Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι
  2. ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,
  3. σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων
  4. ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος
  5. δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·
  6. ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
  7. ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς
  8. ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους
  9. Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;
  10. ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας
  11. ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ
  12. πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.
  13. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι
  14. εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.
  15. καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,
  16. αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·
  17. ‘Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
  18. ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
  19. ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων
  20. μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες