Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·
  2. λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι,
  3. αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
  4. πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν
  5. νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι
  6. νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.
  7. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν
  8. τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας
  9. ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,
  10. οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης
  11. ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
  12. δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.
  13. τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,
  14. αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης
  15. δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,
  16. Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν
  17. Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια
  18. δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο
  19. ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.
  20. τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν