Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας
  2. αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη,
  3. φαίνετο δʼ εἰναλίη Σκίαθος, φαίνοντο δʼ ἄπωθεν
  4. Πειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιο
  5. ἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθʼ ἄρα τοίγε
  6. ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,
  7. καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλων
  8. κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δʼ ἀκταῖς
  9. ἤματʼ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν
  10. νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.
  11. τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.
  12. ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν.
  13. ἀκτήν τʼ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.
  14. ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντες
  15. πόντῳ κεκλιμένην παρεμέτρεον· οὐδʼ ἔτι δηρὸν
  16. μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.
  17. κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγας
  18. Ὄσσης Οὐλύμποιό τʼ ἐσέδρακον· αὐτὰρ ἔπειτα
  19. κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,
  20. ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες.