Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Τίφυος, ὅς ῥʼ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως
  2. πηδάλιʼ ἀμφιέπεσκʼ, ὄφρʼ ἔμπεδον ἐξιθύνοι,
  3. δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,
  4. δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν,
  5. κὰδ δʼ αὐτοῦ λίνα χεῦαν, ἐπʼ ἠλακάτην ἐρύσαντες.
  6. ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπʼ ἰκριόφιν δὲ κάλωας
  7. ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες
  8. Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.
  9. τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ
  10. Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν
  11. Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν
  12. ῥυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείης
  13. ἰχθύες ἀίσσοντες ὕπερθʼ ἁλός, ἄμμιγα παύροις
  14. ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.
  15. ὡς δʼ ὁπότʼ ἀγραύλοιο κατʼ ἴχνια σημαντῆρος
  16. μυρία μῆλʼ ἐφέπονται ἄδην κεκορημένα ποίης
  17. εἰς αὖλιν, ὁ δέ τʼ εἶσι πάρος σύριγ γι λιγείῃ
  18. καλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγε
  19. ὡμάρτευν· τὴν δʼ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.
  20. αὐτίκα δʼ ἠερίη πολυλήιος αἶα Πελασγῶν