Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·
  2. ἀφρῷ δʼ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη
  3. δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.
  4. στράπτε δʼ ὑπʼ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης
  5. τεύχεα· μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο κέλευθοι,
  6. ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.
  7. πάντες δʼ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ
  8. νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότʼ ἄριστοι
  9. πόντον ἐπιπλώεσκον· ἐπʼ ἀκροτάτῃσι δὲ νύμφαι
  10. Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι
  11. ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς
  12. ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.
  13. αὐτὰρ ὅγʼ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης
  14. χείρων Φιλλυρίδης, πολιῇ δʼ ἐπὶ κύματος ἀγῇ
  15. τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων,
  16. νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν.
  17. σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα
  18. Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.
  19. οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν
  20. φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο