Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.
  2. τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας·
  3. ‘Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;
  4. αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ
  5. τάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει;
  6. ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων
  7. κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μʼ ὀφέλλει
  8. Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα
  9. λοίγιον ἔσσεσθαι, μηδʼ ἀκράαντον ἄεθλον
  10. Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο.
  11. τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.’
  12. ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν
  13. πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ
  14. χείλεα, κυάνεαί τε γενειάδες· οἱ δʼ ὁμάδησαν
  15. πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν·
  16. ‘δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ.
  17. ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ
  18. οἰδάνει ἐν στήθεσσι, θεοὺς δʼ ἀνέηκεν ἀτίζειν;
  19. ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ
  20. θαρσύνοι ἕταρον· σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας,