Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳ
  2. κεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.
  3. αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ
  4. τηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο.
  5. ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσιν
  6. πότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίην
  7. νηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.’
  8. ὧς ἄρʼ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντες
  9. νόστῳ μὲν γήθησαν, ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ.
  10. ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,
  11. αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,
  12. δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,
  13. τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖαν
  14. φυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖο
  15. κέκλινθʼ ἑξείης· παρὰ δέ σφισι μυρίʼ ἔκειτο
  16. εἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσιν
  17. οἰνοχόων· μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισιν
  18. μυθεῦνθʼ, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳ
  19. τερπνῶς ἑψιόωνται, ὅτʼ ἄατος ὕβρις ἀπείη.
  20. ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ