Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,
  2. ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,
  3. ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη
  4. γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ.
  5. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,
  6. μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν
  7. Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει
  8. πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ.
  9. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων
  10. μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.
  11. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο
  12. υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,
  13. τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν
  14. Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν
  15. Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια·
  16. τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.
  17. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος
  18. Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων.
  19. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ
  20. Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων