Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος
  2. νόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντες
  3. πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.
  4. δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους
  5. Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν
  6. δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.
  7. ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
  8. ἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.
  9. αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ
  10. κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.
  11. τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·
  12. ‘ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν
  13. —πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν.
  14. τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι
  15. ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.
  16. ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,
  17. ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι—
  18. τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε
  19. ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,
  20. νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.’