Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος
  2. ἔχρη, ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ.
  3. ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλος
  4. μίμνε δόμοις, μηδʼ ὄρνις ἀεικελίη πέλε νηί·
  5. κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.’
  6. ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.
  7. οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων
  8. δῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ,
  9. ἢ Αυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν,
  10. τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴ
  11. κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ
  12. Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,
  13. καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι
  14. ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου·
  15. ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴ
  16. ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.
  17. αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς,
  18. ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι
  19. δειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.
  20. στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο.