Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο·
  2. μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστην
  3. δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι
  4. ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.
  5. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας
  6. θαρσύνων, δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρειν
  7. πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.
  8. μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί,
  9. ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον, ἠύτε κούρη
  10. οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα
  11. μύρεται, ᾗ οὐκ εἰσὶν ἔτʼ ἄλλοι κηδεμονῆες,
  12. ἀλλʼ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·
  13. καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,
  14. τῇ δέ τʼ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,
  15. οὐδʼ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ·
  16. ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδʼ ἀγκὰς ἔχουσα
  17. Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·
  18. ‘αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ, ὅτʼ ἐξειπόντος ἄκουσα
  19. δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,
  20. αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,