Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἡρώων, δολιχῆς τε πόρους ἁλός, ὅσσα τʼ ἔρεξαν
  2. πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς.
  3. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ
  4. Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα
  5. Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι
  6. αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας
  7. θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα.
  8. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
  9. ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι
  10. ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ
  11. θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
  12. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων
  13. Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας
  14. δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.
  15. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης
  16. γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο,
  17. Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων,
  18. ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς
  19. ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες.
  20. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν