Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.
  2. οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς
  3. γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν
  4. Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν
  5. οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι.
  6. καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη
  7. Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων
  8. Σπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο
  9. τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεν
  10. νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.
  11. οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας
  12. Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ
  13. ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο
  14. ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον
  15. ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.
  16. σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,
  17. πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο
  18. Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν
  19. δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο
  20. μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.