Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.
  2. οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος
  3. πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.
  4. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων,
  5. νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας
  6. τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς
  7. φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος,
  8. τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν
  9. δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων·
  10. αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος
  11. ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων,
  12. πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.
  13. τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,
  14. Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο·
  15. Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα
  16. Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη.
  17. πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα
  18. Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν.
  19. Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον
  20. Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν