Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. μῆλά τε δευομένοις μέθυ τʼ ἄσπετον ἐγγυάλιξαν.
  2. ἔνθα δʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
  3. φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
  4. στόρνυσθαι· τοὶ δʼ ἀμφὶ πυρήια δινεύεσκον·
  5. οἱ δʼ οἶνον κρητῆρσι κέρων, πονέοντο τε δαῖτα,
  6. Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.
  7. αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας
  8. βῆ ῥ̓ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν
  9. οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.
  10. εὗρεν ἔπειτʼ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς
  11. ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,
  12. ἀλλʼ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·
  13. τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.
  14. ῥίμφα δʼ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην
  15. αὐτοῖσιν τόξοισιν, ἔδυ δʼ ἀπὸ δέρμα λέοντος.
  16. τὴν δʼ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας
  17. νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν,
  18. ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν
  19. εὖ διαβάς· πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν
  20. προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.