Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τειρόμενοι καὶ δὴ μετελώφεον· αὐτὰρ ὁ τούσγε
  2. πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν
  3. Ἡρακλέης, ἐτίνασσε δʼ ἀρη??ότα δούρατα νηός.
  4. ἀλλʼ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο
  5. Ῥυνδακίδας προχοὰς μέγα τʼ ἠρίον Λἰγαίωνος
  6. τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,
  7. δὴ τότʼ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς
  8. μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς
  9. ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος
  10. κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δʼ ἕζετο σιγῇ
  11. παπταίνων· χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι.
  12. ἦμος δʼ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς
  13. ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,
  14. αὐτοῦ δʼ ἐν προμολῇ τετρυμένα γούνατʼ ἔκαμψεν
  15. αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας
  16. εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί·
  17. τῆμος ἄρʼ οἵγʼ ἀφίκοντο Κιανίδος ἤθεα γαίης
  18. ἀμφʼ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.
  19. τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας
  20. δειδέχατʼ, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν