Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀνταίη δαίμων· τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο.
  2. δένδρεα μὲν καρπὸν χέον ἄσπετον, ἀμφὶ δὲ ποσσὶν
  3. αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.
  4. θῆρες δʼ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες
  5. οὐρῇσιν σαίνοντες ἐπήλυθον. ἡ δὲ καὶ ἄλλο
  6. θῆκε τέρας· ἐπεὶ οὔτι παροίτερον ὕδατι νᾶεν
  7. Δίνδυμον· ἀλλά σφιν τότʼ ἀνέβραχε διψάδος αὔτως
  8. ἐκ κορυφῆς ἄλληκτον· Ἰησονίην δʼ ἐνέπουσιν
  9. κεῖνο ποτὸν κρήνην περιναιέται ἄνδρες ὀπίσσω.
  10. καὶ τότε μὲν δαῖτʼ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Ἄρκτων,
  11. μέλποντες Ῥείην πολυπότνιαν· αὐτὰρ ἐς ἠὼ
  12. ληξάντων ἀνέμων νῆσον λίπον εἰρεσίῃσιν.
  13. ἔνθʼ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,
  14. ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ
  15. νήνεμος ἐστόρεσεν δίνας, κατὰ δʼ εὔνασε πόντον.
  16. οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ
  17. νῆα βίῃ· ?? δʼ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν
  18. οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.
  19. ἔμπης δʼ ἐγρομένοιο σάλου ζαχρηεσιν αὔραις,
  20. αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται,