Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι
  2. ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.’
  3. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι.
  4. ὤρνυτο δʼ ἐξ εὐνῆς κεχαρημένος· ὦρσε δʼ ἑταίρους
  5. πάντας ἐπισπέρχων, καί τέ σφισιν ἐγρομένοισιν
  6. Ἀμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.
  7. αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες
  8. ἔνθεν ἐς αἰπεινὴν ἄναγον βόας οὔρεος ἄκρην.
  9. οἱ δʼ ἄρα λυσάμενοι Ἱερῆς ἐκ πείσματα πέτρης
  10. ἤρεσαν ἐς λιμένα Θρηίκιον· ἂν δὲ καὶ αὐτοὶ
  11. βαῖνον, παυροτέρους ἑτάρων ἐν νηὶ λιπόντες.
  12. τοῖσι δὲ Μακριάδες σκοπιαὶ καὶ πᾶσα περαίη
  13. Θρηικίης ἐνὶ χερσὶν ἑαῖς προυφαίνετʼ ἰδέσθαι·
  14. φαίνετο δʼ ἠερόεν στόμα Βοσπόρου ἠδὲ κολῶναι
  15. Μυσίαι· ἐκ δʼ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο
  16. ἄστυ τε καὶ πεδίον Νηπήιον Ἀδρηστείης.
  17. ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ,
  18. πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο
  19. δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δʼ Ἄργος
  20. εὐκόσμως, καὶ δή μιν ἐπʼ ὀκριόεντι κολωνῷ