Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
  2. ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος
  3. Μόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
  4. ἡ δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
  5. πωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα
  6. λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος
  7. ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
  8. καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δʼ ὕπερθεν
  9. νηίου ἀφλάστοιο μετήορος ἀίξασα.
  10. τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν.
  11. κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τʼ ἔειπεν·
  12. ‘Αἰσονίδη, χρειώ σε τόδʼ ἱερὸν εἰσανιόντα
  13. Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι
  14. μητέρα συμπάντων μακάρων· λήξουσι δʼ ἄελλαι
  15. ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα
  16. ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν
  17. σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται.
  18. ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν
  19. πᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο·
  20. καί οἱ, ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ,