Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἠδὲ Μεγαβρόντην· Σφόδριν δʼ ἐνάριξεν Ἄκαστος·
  2. Πηλεὺς δὲ Ζέλυν εἷλεν ἀρηίθοόν τε Γέφυρον.
  3. αὐτὰρ ἐυμμελίης Τελαμὼν Βασιλῆα κατέκτα.
  4. Ἴδας δʼ αὖ Προμέα, Κλυτίος δʼ Ὑάκινθον ἔπεφνεν,
  5. Τυνδαρίδαι δʼ ἄμφω Μεγαλοσσάκεα Φλογίον τε.
  6. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἕλεν θρασὺν Ἰτυμονῆα
  7. ἠδὲ καὶ Ἀρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντας
  8. ἐνναέται τιμαῖς ἡρωίσι κυδαίνουσιν.
  9. οἱ δʼ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠύτε κίρκους
  10. ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι.
  11. ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δʼ ἀυτῆς
  12. πλῆτο πόλις στονόεντος ὑποτροπίῃ πολέμοιο.
  13. ἠῶθεν δʼ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν
  14. ἀμπλακίην ἄμφω· στυγερὸν δʼ ἄχος εἷλεν ἰδόντας
  15. ἥρωας Μινύας Αἰνήιον υἷα πάροιθεν
  16. Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα.
  17. ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας
  18. αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα
  19. τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες
  20. τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τʼ ἀέθλων,