Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν
  2. ἔμμεναι· οὐδʼ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας
  3. ἥρωας νημερτὲς ἐπήισαν· ἀλλά που ἀνδρῶν
  4. Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι.
  5. τῶ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν.
  6. σὺν δʼ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν
  7. ὀξείῃ ἴκελοι ῥιπῇ πυρός, ἥ τʼ ἐνὶ θάμνοις
  8. αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς
  9. δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ.
  10. οὐδʼ ὅγε δηιοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν
  11. οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι.
  12. ἀλλά μιν Λἰσονίδης τετραμμένον ἰθὺς ἑοῖο
  13. πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρὶ
  14. ὀστέον ἐρραίσθη· ὁ δʼ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς
  15. μοῖραν ἀνέπλησεν. τὴν γὰρ θέμις οὔποτʼ ἀλύξαι
  16. θνητοῖσιν· πάντῃ δὲ περὶ μέγα πέπταται ἕρκος.
  17. ὧς τὸν ὀιόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης
  18. εἶναι ἀριστήων αὐτῇ ὑπὸ νυκτὶ πέδησεν
  19. μαρνάμενον κείνοισι· πολεῖς δʼ ἐπαρηγόνες ἄλλοι
  20. ἔκταθεν· Ἡρακλέης μὲν ἐνήρατο Τηλεκλῆα