Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας
  2. ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάιξαν.
  3. ὡς δʼ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα
  4. ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν,
  5. ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους·
  6. ὧς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο
  7. ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ
  8. δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δʼ ὕπερθεν
  9. χέρσῳ τεινάμενοι· τοὶ δʼ ἔμπαλιν, αἰγιαλοῖο
  10. κράατα μὲν ψαμάθοισι, πόδας δʼ εἰς βένθος ἔρειδον,
  11. ἄμφω ἅμʼ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.
  12. ἥρωες δʼ, ὅτε δή σφιν ἀταρβὴς ἔπλετʼ ἄεθλος,
  13. δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῇς ἀνέμοιο
  14. λυσάμενοι προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.
  15. ἡ δʼ ἔθεεν λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης
  16. νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι
  17. ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρʼ ἐπέλασσαν
  18. αὖτις ἐυξείνοισι Δολίοσιν ἐκ δʼ ἄρʼ ἔβησαν
  19. αὐτονυχί· ἱερὴ δὲ φατίζεται ἥδʼ ἔτι πέτρη,
  20. ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο.