Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν
  2. μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας
  3. Κυανέας βασιλῆος ἐφημοσύνῃ Πελίαο
  4. χρύσειον μετὰ κῶας ἐύζυγον ἤλασαν Ἀργώ.
  5. τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὥς μιν ὀπίσσω
  6. μοῖρα μένει στυγερή, τοῦδʼ ἀνέρος, ὅντινʼ ἴδοιτο
  7. δημόθεν οἰοπέδιλον, ὑπʼ ἐννεσίῃσι δαμῆναι.
  8. δηρὸν δʼ οὐ μετέπειτα τεὴν κατὰ βάξιν Ἰήσων
  9. χειμερίοιο ῥέεθρα κιὼν διὰ ποσσὶν Ἀναύρου
  10. ἄλλο μὲν ἐξεσάωσεν ὑπʼ ἰλύος, ἄλλο δʼ ἔνερθεν
  11. κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.
  12. ἵκετο δʼ ἐς Πελίην αὐτοσχεδὸν ἀντιβολήσων
  13. εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
  14. ῥέζε θεοῖς, Ἥρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
  15. αἶψα δὲ τόνγʼ ἐσιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον
  16. ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρʼ ἐνὶ πόντῳ
  17. ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ.
  18. νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ
  19. Ἄργον Ἀθηναίης καμέειν ὑποθημοσύνῃσιν.
  20. νῦν δʼ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην