GetPassage urn:cts:greekLit:tlg5034.tlg001a.perseus-grc1:8.1 urn:cts:greekLit:tlg5034.tlg001a.perseus-grc1:8.1

Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται τὸν λόγον, ὅ ἐστι πρὸς τὴν Πίσαν τὸν τόπον διαλέγεται· καὶ μητέρα αὐτὴν καλεῖ τῆς ἀληθείας, ἐπειδὴ μετὰ πάσης ἀληθείας ἐκρίνοντο οἱ ἀγωνιζόμενοι.

Μᾶτερ ὦ χρυσοστεφάνων: μητέρα τῶν ἀγώνων τὴν Ὀλυμπίαν, οἷον μητρόπολιν, διὰ τὸ ἐπιφανέστατον εἶναι τὸν Ὀλυμπιακὸν ἀγῶνα.

χρυσοστεφάνων: ἀντὶ τοῦ καλλιστεφάνων. Ὅμηρος (Ι 389)· οὐδ᾿ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι.

ἢ ὅτι ἀληθῶς ἡ διδομένη τοῖς νικῶσιν ἐλαία καλλιστέφανος καλεῖται.

δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν.

μᾶτερ ὦ χρυσοστεφάνων: ἡ τῆς ἀρχῆς ἐξήγησις οὕτως ἔχει· ὦ Ὀλυμπία μῆτερ τῶν χρυσοστεφάνων ἄθλων.

μῆτερ δὲ, ἐπεὶ δοκεῖ ὁ Ὀλυμπιακὸς ἀγὼν πρωτεύειν τῇ δόξῃ παρὰ τοὺς ἄλλους.

ὡς οὖν λέγομεν μητρόπολιν τὴν πρώτην καὶ ἐνδοξοτέραν πόλιν, οὕτω καὶ ἐνταῦθα μητέρα ἄθλων.