GetPassage urn:cts:greekLit:tlg5034.tlg001a.perseus-grc1:4.37-4.39 urn:cts:greekLit:tlg5034.tlg001a.perseus-grc1:4.37-4.39

οὗτος ἐγώ: τὸ οὗτος ἐγὼ ταχυτᾶτι δεικτικόν.

χεῖρες δὲ καὶ ἦτορ: αἱ δὲ χεῖρές μου καὶ ἡ ψυχὴ κατάλληλοι. ἀλλ᾿ ὅμοιος ἔσομαι, ὅμοια ἐνθυμούμενος καὶ πράττων.

φύονται καὶ νέοις: ὡς καὶ τοῦ Ψαύμιδος προπολιοῦντος καὶ νικήσαντος.

ἄλλως· πολλάκις τις νέος ὢν πολιοῦται καὶ παρὰ τὸν τῆς ἡλικίας ἐοικότα χρόνον. δηλονότι καὶ αὐτὸς ὁ Ψαῦμις πολιὸς ἦν καὶ οἷον προπόλιος.

ὕμνου τέλος Ψαύμιδος ἐκ Καμαρίνης.