GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.23.1-6.23.17 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.23.1-6.23.17

1. πτόλιν] Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ (fr. 44 K.).

ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς.

AB=

2. νῆας] τὸν τόπον τῶν νηῶν.

B=

Ἑλλήσποντον] τὴν μέχρι Σιγείου θάλασσαν.

B=

3. * ἐσκίδναντο] ἀπʼ ἀλλήλων ἐχωρίζοντο.

A+B=

4. *ἀποσκίδνασθαι] ἀφ᾿ ἑαυτοῦ χωρίζεσθαι· ἢ παρέλκει ἡ “ἀπό,” ἐν τῷ “ἀπητίμησε” (Il. 13. 113).

6. 〈Μυρμιδόνες⟩ ταχύπωλοι] καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς χρησμῷ “ἵππον Θεσσαλικήν” (cf. Anth. Pal. XIV 73, schol. Theocr. XIV 47).

A-

7. μὴ δή πω] μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται τῷ η ἀντὶ τοῦ ε.

B-

8. αὐτοῖς] λείπει ἡ σύν, ὡς τὸ “αὐτῷ γωρυτῷ” (Od. 21. 54).

B+

10. τεταρπώμε〈σ〉θα γόοιο] Αἰσχύλος (fr. 375) “οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα.”

B=

12. οἳ δʼ ᾤμωξαν] ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρα- τιώτας διὰ τῆς Θέτιδος. καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς, οἳ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως.

14. μετὰ δέ σφι Θέτις] ἢ καὶ αὐτὴ ἀνακαλουμένη ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς.

AB=

15. τεύχεα φωτῶν] τινὲς διαστέλλουσιν ἐπὶ τὸ “τεύχεα,” ἵνα, φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα.

1. ἦ τοι W: τοι ‖ 4. κήσεαι κιήσῃ ‖ σώματα scripsi: ὅπλα ‖ 8. addidi ‖ 10. Ἀναξανδρίδῃ Meineke Com. I p. 373: Ἀλεξανδρίδῃ ‖ 11. schol. p. 403, 25 post πάθος additum: traiecit W ‖ 20. unte A. omisi ὡς τὸ εἰς κόρακας, quod ad Il. 22. 498 refert. W ‖ 23. οἵ τε schol. Soph. El. 286 ‖ 24. ἐρείσματα schol. Soph. ‖ 28. ἢ κ. W : ἡ κ.

16. τοῖον γὰρ πόθεον] “τοῖον” αὐξητικῶς κατὰ ἔμφασιν· οἱ δὲ A=B+ γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθὸν ἤκουσαν.

μήστωρα φόβοιο] μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.

B=

17. ἄλλως: ἀδινοῦ—γόοιο] ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις B= προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.

18. χεῖρας ἐπʼ ἀνδροφόνους] δίχα δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς AB= χεῖρας ἐπιτιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς στήθεσι λέγῃ τὸν Ἀχιλλέα ἐπιτιθέναι.

19. χαῖρέ μοι, ὦ Πάτροκλε] οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς AB= ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶ “καὶ εἰν Ἀίδαο δόμοισιν” ὢν χαῖρε, οἷον, εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευτηκόσι, ταύτην δέχου παῤ ἡμῶν.

20. τελέω] ὅσον οὔπω ‘τελέσω.’

21. “δάσασθαι·” ἔδει μέλλοντος εἶναι ‘δάσεσθαι.”

δάσασθαι] οἳ μὲν Ἕκτορα δάσασθαι λείποντος τοῦ τέ, οἳ δὲ μερί- B - σασθαι. εἰώθασι δὲ κύνες ἄλλος ἄλλοθεν ἀποσπᾶν καὶ μερίζεσθαι τὸ σῶμα.