GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.19.81-6.19.100 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.19.81-6.19.100

115. Ἀχαιικόν] τὸ ἐν Πελοποννήσῳ, ὃ καὶ Ἴασον” (Od. 18. 246) A - καὶ “ἱππόβοτον” καλεῖ.

116. ἄλοχον Σθενέλου] οἱ μὲν Ἀμφιβίαν τὴν Πέλοπος, οἳ δὲ A + Ἀντιβίαν τὴν Ἀμφιδάμαντος, Ἡσίοδος δὲ (fr. 111 M.) Νικίππην φησὶ τὴν Πέλοπος.

Σθενέλου Περσηιάδαο] πέντε παῖδες γεγόνασι Περσέως καὶ B- Ἀνδρομέδας· Ἀλκαῖος οὗ καὶ Λαονόμης ἢ Ἀστυδαμείας τῆς Πέλοπος Ἀμφιτρύων· Ἠλεκτρύων, οὗ καὶ Λυσιδίκης τῆς Πέλοπος Ἀλκμήνη· Ἕλος, ἀφʼ οὗ πόλις τῆς Λακωνικῆς Ἕλος· Μήστωρ, οὗ Ἱπποθόη ἡ Πτερελάῳ γαμηθεῖσα· Σθένελος, οὗ καὶ Μενίππης Εὐρυσθεύς.

117. μείς] Ἰωνικόν ἐστιν· κλίνεται δὲ ὡς τὸ μήν.

A +B =

118. ἔκ δʼ ἄγαγε πρὸ φόωσδε] ἡ“πρ” δηλοῖ τὸ ‘πρὸ τοῦ δέοντος.ʼ ἠλιτόμηνον] τῶν δεόντων ἡμαρτηκότα μηνῶν.

A+

119. σχέθε δʼ Εἰλειθυίας] ὠδῖνας, κατὰ μετωνυμίαν, ὡς Ἄρης ὁ A + B= σίδηρος Ἥφαιστος τὸ πῦρ. §. Ἴστρος δέ φησιν, ὠδινούσης Ἀλκμήνης τὰς χεῖρας συνσχεῖν τὰς Μοίρας, γαλῆς δὲ παρελθούσης ἀναλῦσαι· καὶ τεχθέντος αὐτοῦ νομισθῆναι Γαλῆν εἶναι αὐτῷ τροφόν.

120. ἀγγελέουσα] μέλλουσα ἀπαγγέλλειν τὰ γεγονότα.

B=5. ψ. ἦς ‖ 10. τί B: γὰρ ‖ 11. suppl. ex A ‖ 12. μετατεθῇ ut B: corr. 14. ἀνήνεγκε B: μετήνεγκε ‖ 23. Ἕλος prius scripsi, ἔλειος B: ἔλλας Apollod. II. 4, 5, αἴλιος ‖ Ἕλος scripsi: ἦλος ‖ 28. iteratur Εἰλει- θυίος] ὠδῖνας, μετωνυμικῶς ‖ 30. συνέχειν: corr. W ‖ ἀπολῦσαι ‖ 31. GalnIhiς Ovid. Met. IX 307, Γαλινθιάς Nicander apud Ant. Lib. 29.

123. Σθενέλοιο πάις] δῆλον ἐκ τούτου, ὡς περὶ ἰδιώτου τοῦ Σθενέλου διηγεῖται, ἐπεὶ τί παράδοξον ἦν πατρῴαν ἀρχὴν λαβεῖν τὸν Εὐρυσθέα; ταὐτὸν δὲ καὶ ἐπὶ Ἡρακλέους παρακολουθεῖ· οὐ γὰρ βασιλέως παῖς ἦν, ἀλλὰ διὰ τὸν Δία ἐβασίλευσεν ἄν.

A+B=

Περσηιάδαο] βέλτιον στίζειν εἰς τὸ “Περσηιάδαο” καὶ καθʼ ἑαυτὸ τὸ “σὸν γένος” ἐᾶν, ἵνα λείπῃ τὸ ἐστίν.

B=

126. κεφαλῆς λιπαροπλοκάμοιο] οἱ μὲν “ἀπὸ τῆς ἑαυτοῦ κεφαλῆς τῆς λιπαροπλοκάμου εἷλε τὴν Ἄτην·’ φησὶ γοῦν (93) “κράατα βαίνει.” ἀλλʼ οὐδέποτε πλοκάμους ἐπὶ ἀνδρὸς εἶπεν· τί οὖν ἐστι τὸ “πλοχμοί θ᾿, οἳ χρυσῷ τε (Il. 17. 52); οἳ δὲ τὸ “κεφαλῆς λίπα. ροπλοκάμοιο” ἐπὶ τῆς Ἄτης ἤκουσαν· ἀλλʼ οὐδέποτε ἐκ κεφαλῆς ῥιπτοῦνται παρʼ Ὁμήρῳ, ἀλλʼ ἢ ποδὸς ὡς Ἡφαιστος (Il. 1. 591). ἢ χειρὸς ὡς Ἀστυάναξ (Il. 24. 735), “ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου.” ἐροῦμεν δὲ ὅτι ἐκεῖνοι ἄρσενες ἦσαν· ἄτοπον δὲ γυναικὶ ῥίπτεσθαι ποδός. λιπαροπλόκαμος δὲ ἡ Ἄτη, ὅτι ξηρασίας αἰτία τοῖς βλαπτομένοις, ὡς καὶ ὁ Ὕπνος γρηγορῶν τοὺς ἄλλους ὑπνοῦν ποιεῖ.

B=

131. τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων] τὴν γῆν· ταύτην γὰρ ἐργά- B=ζονται οἱ ἄνθρωποι. §. εἰς Ἴλιον δὲ ἠνέχθαι φασίν, ἀφʼ οὗ καὶ Ἄτης λόφος.

B=

132. τὴν αἰεὶ στενάχεσκε] διʼ ἥν. ἐπαινετέον δὲ τὸ ἀψευδὲς Διὸς καὶ ἀμετάβλητον· οὐ γὰρ εἶπεν ὡς Εὐριπίδης (Hipp. 612) “ἡ γλῶσσʼ ὀμώμοκε.”

133. * ἔργον ἀεικές] πρᾶξιν ὑβριστικήν.

ἀέθλων] καμάτων· εἰσὶ δὲ καθ᾿ Ὅμηρον Κέρβερος (Il. 8. 368, Od. 11. 623) καὶ οἱ Λαομέδοντος ἵπποι (Il. 5. 640).

B=

139. καὶ ἄλλους ὄρνυθι—λαούς)] ἢ σύμπαντας—ἀποδίδωσι γὰρ αὐτῷ πάλιν τὴν στρατηγίαν—ἢ τοὺς Μυρμιδόνας πάντας.

B=

140. παρασχεῖν] ἀντὶ τοῦ παράσχω· ἢ λείπει τὸ ἕτοιμός B=εἰμι.ʼ §. μεγαλοφρόνως δὲ καίτοι αὐτοματίζοντι Ἀχιλλεῖ δίδωσι B=δῶρα.

141. χθιζὸς ἐνὶ κλισίῃσιν] τῇ νυκτὶ τῆς χθὲς ἡμέρας· οὐ γὰρ ἄλλως τὸ χθὲς συμφωνήσει. φαίνεται οὖν εἰδὼς προϋποστᾶσαν τὴν νύκτα τῆς ἡμέρας.

3. παρηκολούθει ‖ 13. ἔχων ut B ‖ 14. ἄρρενες B ‖ 29. παράσχω B; ταρέχω

142. ἐπειγόμενός περ Ἄρηος] ἀπὸ τοῦ πολέμου, ἢ εἰς Ἄρηα B- ἐπειγόμενος.

143. θεράποντες] οὐδαμοῦ τῆς Ἰλιάδος θεράποντας καλεῖ τοὺς Β= δούλους, ἀλλὰ τοὺς ὑποδεεστέρους καὶ ὑπηρετικοὺς τῶν φίλων.

144. οἴσουσι] συλληπτικῶς· τὰ γὰρ ἔμψυχα οὐ φέρονται, B= ἀλλὰ ἄγονται.

* ὅ τοι μενοεικέα δώσω] ὅτι ἀρεστὰ δώσω.

147. δῶρα μέν] ὑποστικτέον εἰς τὸ “ἐθέλῃσθα,” τοῦ “παρα- B= σχέμεν” ἀντὶ τοῦ παράσχε κειμένου καὶ τοῦ “ἐχέμεν” (148) ἀντὶ τοῦ ἔχε. §. ἡ δὲ “πάρα” (148) παροξυνομένη σημαίνει τὸ πάρεστιν. B= §. ὑποστικτέον μετὰ τὸ “ἐπιεικές” καὶ μετὰ τὸ “ἐχέμεν·” τε- B- λειώσεις δὲ εἰς τὸ “πάρα σοι” ἀντὶ τοῦ ‘πάρεστί σοι.ʼ

παρασχέμεν] ἀντὶ προστακτικοῦ τοῦ ‘παράσχες·ʼ τινὲς δὲ “πάρα σοι” ἀντὶ 〈τοῦ〉 πάρεστί σοι. §. καλῶς δέ φησι καὶ δέχεσθαι B= τὰ δῶρα, ἵνα μὴ εὐτελίζειν αὐτὰ δοκῇ, καὶ συγχωρεῖν, ὅπως μὴ ἐπὶ μισθῷ πολεμεῖν, ἐπὶ δὲ ἐκδικήσει τοῦ φίλου.

149. κλοτοπεύειν] τινὲς καλολογεῖν, οἱονεὶ κλυτοπεύειν. ἢ κλέπ- B= τειν τὴν μάχην.

150. ἔτι γὰρ μέγα ἔργον ἄρεκτον] τὸ ἀναιρεθῆναι τὸν Ἕκτορα B= καὶ δίκην λαβεῖν ὑπὲρ Πατρόκλου.