GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.18.281-6.18.300 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.18.281-6.18.300

520. *εἶκε] ἀντὶ τοῦ ἐφικτὸν ἦν, ἔπρεπεν.

B=

521. ἐν ποταμῷ] ἀντὶ τοῦ παρὰ ποταμῷ. §. “βοτοῖσι” δὲ γραπ- B=τέον, ὅθεν καὶ βοτῆρες (Od. 15. 504) καὶ βοτάνη.

AB+

ἀρδμός] καὶ ἐν Ὀδυσσείᾳ “ἐν δʼ ἀρδμοὶ ἐπηετανοί” (Od. 13. A+B–247). §. ἐκτατέον δὲ τὴν ἄρχουσαν τοῦ “ἀρδμός.” καὶ τὸ ἄρδω γάρ· “τὸν νοῦν ἵν᾿ ἄρδω καὶ λέγω τι δεξιόν” (Aristoph. Equ. 96).

B–

523. τοῖσι δʼ ἔπειτα] αὐτοῖς τοῖς ἐνεδρεύουσι, τοῖς ἀπὸ τῆς πολιορκουμένης πόλεως.

B=

525. οἳ δὲ τάχα προγένοντο] οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμ- φοτέρων γὰρ ὁ λόγος.

A=B–

526. δόλον δʼ οὔ τι προνόησαν] διὰ τὸ ἀπροσδόκητον—οὐ γὰρ εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς πολιορκοῦσιν ἐπελθεῖν—ἢ πρὸς τῇ μουσικῇ ὄντες.

B=

528. *τάμνοντο] ἀπήλαυνον.

B=

530. οἳ δʼ ὡς οὖν ἐπύθοντο] δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια ἠλαύνετο.

B=

531. ἱράων προπάροιθε] τῶν βουλευτηρίων.

B=

535. ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμός] κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνομασίας εἴρηκεν.

536. *ἄουτον] ὁ Κυδοιμός.

537. τεθνειῶτα] ἡ Μοῖρα. 〈ἢ〉 ἡ αὐτὴ τῶν τριῶν ἐδέδρακτο. νοητέον δέ, ὅτι ἐξ ἀμφοτέρων τῶν ταγμάτων εἰσὶν οἱ πεσόντες.

538. δαφοινεῶν] λίαν πεφοινιγμένων ἀπὸ τοῦ αἵματος.

2. an θεοὶ πολεμοῦσιν? ‖ 8. ὀλίγον ut B ‖ ἀριθμοῦ B: -ῶν ‖ 8, 9. νῦν δέ με ὢν οὐτιδανὸς καὶ ὀλίγος ‖ 15. sequitur schol. ad v. 506, cf. p. 274, 19 ‖ ἄλλως ante lemma omisi 20. lemma οἳ μὲν τὰ προϊδόντες ἐπέ- δραμον praescriptum ‖ 25. ἠλαύνετο B: περιηλαύνετο ‖ 28. ἔθηκεν B ‖ 30. suppl. W

ἄλλως: δαφοινεῶν] “δαφοινεόν” προπαροξυτόνως.

ἄλλως: δαφοινεῶν] κἀκ τούτων φαίνεται γραφικὴν εἰδώς. κατὰ χρώματα γὰρ ποικίλλει.

539. ὥς τε ζῳοί] οὐκ ἄρα ζῳὰ ἦν τὰ ἐπιγεγραμμένα, ἀλλʼ ὅμοια ζῳοῖς.

B=

541. ἐν δʼ ἐτίθει νειόν] τῆς εἰρηνευομένης δηλονότι αὕτη ἡ γῆ· οἱ γὰρ πολιορκοῦντες 〈πορθοῦσι〉 τὴν πολεμουμένην χώραν.

ἄλλως: ἐν δʼ ἐτίθει νειόν] τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα B= καὶ τὰς πόλεις γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ διὰ τῶν ἐπιθέτων ὑπέδειξεν, εἰς ὁποίαν ποτὲ γῆν δεῖ πόνον κατατίθεσθαι, εἰς μαλακὴν καὶ εὕβωλον.

542. εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ] ἀκολούθως B= τῷ ἐπιθέτῳ· τὴν γὰρ εὐρεῖαν πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι.

545. τοῖσι δʼ ἔπειτα] πλουσίου ὁ ἀγρός, παῤ ὃν πονοῦσι μὲν B= αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πόματι.

546. ὄγμους] οὔτε τὴν ἐπίστιχον φυτείαν φησὶν Ἐπαφρόδιτος B– οὔτε παρὰ τὸ οἴγειν· φησὶ γοῦν “ὄγμον ἐλαύνωσιν” (Il. 11. 68)· ἔστιν οὖν, ὡς Ἡρακλέων, ‘τὰς ἑλκύσεις’ παρὰ τὸ ἕλκω ὄλγμος— καὶ ὄλιξ γὰρ λέγεται—ἢ ‘τὴν συνέχειαν τῶν αὐλάκων.ʼ

547. ἱέμενοι] ἔσπευδον περὶ τὰ ἔργα διὰ τὸ ἐπίχειρα αὐτοῖς B= κεῖσθαι τὴν πόσιν,

548. ἣ δὲ μελαίνετο] ἡ ὀπίσω τοῦ ἀρότρου γῆ ἐμελαίνετο.A+ §. ἄπιστον δὲ καὶ αὐτὸς διὰ τοῦ θαυμάζειν πιστὸν εἰργάσατο (549).

ἀρηρομένῃ] ἢ ἐνδεῖ τὸ σίγμα ἀπὸ τοῦ ἀρηροσμένη· ἢ παρὰ τὸ B= ἀρῶ ἀροτῶ ἡρότημαι ἠροτημένη ἠρομένη ἀρηρομένη· ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀρούς ἠρομένος, ἠρομένη, Ἀττικῶς ἀρηρομένη.

550. ἐν δʼ ἐτίθει τέμενος] δαιμονίως πᾶσαν ἰδέαν γεωργίας κατέ- B+ γραψε τῇ ἀσπίδι περὶ ἀρότρου, περὶ θερισμοῦ. εἶτα δὲ ἀμπελόφυτον τὸ χωρίον διετύπωσεν.

βαθὺ λήιον] “βασιλήιον.” §. τὸν δεσπότην τοῦ κλήρου βασιλέα (556) φησίν. ἢ βασιλικὸν αὐτό φησι, τὸ καλλιστεῦον θέλων διαγράψαι.

B=