GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.16.181-6.16.200 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.16.181-6.16.200

267. βοὴ δʼ ἄσβεστος] Ἀχαιῶν μὲν ἐπὶ τῇ χαρᾷ βοησάντων, Β= Τρώων δὲ θορυβηθέντων.

268. ἑτάροισιν ἐκέκλετο] οὔπω ἐμβάλ〈λ〉ουσιν εἰς τὸν πόλεμον, B= ἀλλʼ ἔτι περὶ αὐτὸν οὖσιν, ἐπεὶ οὐδʼ ἂν ἠκούσθη· καλῶς δὲ ἐπὶ Ἀχιλλέως μὲν ἡσυχίαν ἄγει, νῦν δὲ ἐπʼ ἐξουσίας γεγονὼς παρα- καλεῖ γενναίαν καὶ φιλόστοργον παράκλησιν, φίλους τε Ἀχιλλέως καλῶν ἰσάζεσθαι παρακαλεῖ τῷ φίλῳ.

271. Πηλείδην τιμήσομεν] μέγαν αὐτοῖς ὑπογράφει σκοπὸν Β= ἀνδραγαθίας τὴν Ἀχιλλέως τιμήν.

272. ἀγχέμαχοι] ἀπὸ κοινοῦ τὸ “ μέγ’ ἄριστος” (271). §. Σέλευκος δὲ ἀθετεῖ.

273. γνῷ δὲ καὶ Ἀτρείδης] ἔμφρων ὁ Πάτροκλος ὁ παρόντα μὲν B– ἐλέγχων μετὰ παρρησίας—“νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν” (Il. 16. 33) —ὑπὲρ ἀπόντος δὲ τοῦ φίλου ἀπολογούμενος. τὰ αὐτὰ δὲ τῷ Ἀχιλλεῖ προφέρεται. ἅμα δὲ καὶ ἐμβριθὴς ἡ παράκλησις δεῖξαι σπεύδοντος Ἀγαμέμνονι, ὡς αἴτιος τῆς Ἑλληνικῆς γέγονε συμφορᾶς.

274. οὐδὲν ἔτισεν] περισσεύει τὸ “ἕν·” ἔστι γὰρ ‘οὐκ ἔτισεν.ʼ Α+ 276. ἐν δʼ ἔπεσον] ἀκολούθως τοῖς Ἀχιλλέως παραγγέλμασιν Β– “ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι” (81).

ἀμφὶ δὲ νῆες] οὐ πᾶσαι, ἀλλʼ αἱ τῶν Μυρμιδόνων.

278. ὡς εἴδοντο Μενοιτίου] αὐτοὶ μὲν οὐκ εἶδον ὡς Μενοιτίου B= υἱόν, προαναπεφώνηκε δὲ τοῦτο ἀφʼ ἑαυτοῦ ὁ ποιητής.

279. αὐτὸν καὶ θεράποντα] Αὐτομέδοντα ἐν τοῖς ὅπλοις ὄντα B= Πατρόκλου ᾤοντο εἶναι τὸν Πάτροκλον, Ἀχιλλέα.

280. πᾶσιν ὀρίνθη θυμός] ἀντὶ τοῦ ‘πάντων.ʼ §. ἐνδείκνυται δὲ B= ποιητὴς τοὺς πολλοὺς οὐκ ἀληθείᾳ, δόξῃ δὲ καὶ φαντασίᾳ πραγμάτων> ἐχομένους.

280, 1. φάλαγγες, ἐλπόμενοι] ἔστι τι ὅμοιον καὶ παρὰ Θουκυδίδῃ (I 110) “ἐκ τῶν Ἀθηνῶν καὶ τῆς ἄλλης συμμαχίας ν΄ τριήρεις πλέουσαι ἐπʼ Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες τῶν γεγενημένων οὐδέν.”

1. ἵδοις Bekker: ἰδάν ‖ 10. τιμήσωμεν ‖ 11. τὴν Ἀχ. τιμήν εἰς ἀνδραγαθίον B ‖ 17. ἔτι post πρ. del. W ‖ ἐρβριθὴς ἡ ποράκλησις B: ἐμβριθείση παρακλήσει ‖ 19. τὸ δἐνA ‖ 26, 8, 9. suppleiex B ‖ 30. ἔ. τὸ ὅ. ‖ 31. ἐκ τῶν Thuc. codd.: ἔχον ‖τριήρεις Thuc. ccdd.: πλήρεις ‖ 32. ἐπ΄ Αἴγιπτον Thuc.codd.: ἐπάγυρτον Α~

ἄλλως: φάλαγγες, ἐλπόμενοι] ἀντὶ τοῦ ἐλπομένων. Ζηνόδοτος δὲ γράφει “ἐλπόμεναι,” ἐπὶ τῶν φαλάγγων. §. ἐπαινεὶ δὲ Ἀρί- σταρχος, ὅτι οὐ φεύγοντας ἐποίησεν εὐθέως, ἀλλὰ καταπλησσομένονς.

281. ναῦφι] ἀπὸ εὐθείας παρῆκται· δηλοῖ γὰρ γενικήν.

283. πάπτηνεν δὲ ἕκαστος] δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης (fr. 129), ἐν ᾧ πάντες φευκτιῶσιν. καὶ οἰκεῖον βαρβάρων.

Β=

286. νηὶ πάρα πρυμνῇ] καλῶς τῇ κινδυνευούσῃ νηὶ πρώτῃ ἐπι- κουρεὶ· τοῦτο γὰρ ἔλεγεν Ἀχιλλεὺς “ μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται” (128).

287. ὃς Παίονας ἱπποκορυστάς] Μίμνερμος (fr. 17 Bergk) “Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.’ ἐν δὲ τῷ Καταλόγῳ καὶ “Παίονας ἀγκυλοτόξους” (Il. 2. 848). ἢ οὗτοι ὑπὸ Ἀστεροπαῖον, οἱ δὲ ἱππεῖς ὑπὸ Πυραίχμην. ἢ διαφόρῳ ὁπλίσει ἐχρῶντο. ἢ ἰπποτοξ〈ότ〉αι ἤσαν.

288. ἐξ Ἀμυδῶνος] Ἀμυδὼν φρούριόν ἐστι Μακεδόνων περὶ τὸν Ἀξιὸν ποταμὸν κείμενον.

Α+Β

290. ἕταροι δέ μιν ἀμφεφόβηθεν ] ἐκ πλήρους ἡ Β=“ἀμφί. §. τὸ δὲ ἑξῆς, περὶ αὐτὸν οἱ Παίνες ἐφόβηθεν. §. ἅμα μὲν B=ηὔξηται τοῦ Πατρόκλου 〈ἡ〉 ἀρετὴ οὐ τὸν τυχόντα ἀνελόντος, ἅμα δὲ διὰ τὴν ὑπεροχὴν τοῦ ἀναιρεθέντος πιθανὸν φεύγειν τοὺς ἄλλους.

B–

293. κατὰ δʼ ἔσβεσεν] ἐπαινεῖται ταῦτα ὡς ἐν τῷ τάχει ἔχοντα καὶ ἀξιοπιστίαν, εἴ μὴ πᾶν εἶπε πεπρῆσθαι τὸ σκάφος.

B=

ἔσβεσεν] αἴτιος τῆς σβέσεως ἐγένετο. ἢ Πάτροκλος ἔσβεσεν ὅπερ ὁ Ζεὺς ἀνῆψεν (121).

Β=

294. ἡμιδαής] ἐναργῶς ἔχει τὸ “ἡμιδαής·” σχεδὸν γὰρ αἴρει τὰς αἰσθήσεις ἡ τῶν ὀνομάτων ἔμφασις, καὶ ἐν ὄψει τὸ πρᾶγμα δείκνυσιν.

Β=

τοὶ δὲ φόβηθεν] ὅρα ὅτι οὐκ ἀφίσταται τοῦ ὀνόματος (cf. 290)· τοῦτο γάρ ἐστι τὸ καιρὸν παρασχὸν κατασβέσαι, ἡ τῶν πολεμίων ὑποχώρησις.

296. ἀλίαστος] ἀνέκλέιπτος.

Β–

297. ἀφʼ ὑψηλῆς κορυφῆς] ἐπεὶ ἐν ταῖς ἀκρωρείαις πυκνὰ νέφη ἐπικαθίσαντα σκοτίζειν εἴωθε τὸν ὑποκείμενον τόπον· μέμνηται δὲ 10. πέλονται ‖ 12. ἀιόνας Bekker: Παιέᾶνας ‖ 13. ἀγκυλότοξοι ‖ οὗτοι Bekker: οὔτω ‖ 19. ἄμα μἐν W: μία δὲ ‖ 20. supplevi ex B ‖ 27. ὀν. αἴσθησις B ‖ 28. τοῦ ῥήματος B αὑτοῦ ὁ ποιητής· ἔλεγε γὰρ “εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέ- βηκεν” (66).

298. κινήσῃ —νεφέλην] πιθανῶς οὐκ εἶπε ‘σκεδάσῃ·’ οὐ γὰρ προ- τροπάδην ἀπίασιν· ὁπότε δὲ προτροπάδην φεύγουσιν, “ὡς δʼ ὅτ’ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται ” (364).