GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.14.81-6.14.100 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.14.81-6.14.100

118. * ἐμεῖο] οὕτω Ζηνόδοτος· τινὲς δὲ “ἐμοῖο,” ἵν᾿ ᾖ κτητική.

Α+

119. αὐτόθι μίμνε] τινὲς “αὐτοῦ μίμνε,” ὡς “αὐτοῦ οἱ καὶ A= σῆμα” (Il. 21. 322).

120. ὣς γάρ που Ζεὺς ἤθελε] τὴν μὲν τῆς φυγῆς αἰτίαν ἐσιώπησε, AB+ τὰ δὲ πρὸς ἀρετὴν καὶ πλοῦτον εἶπεν. §. “Ζεύς” ὁ τοὺς ἐμφυλίους ἐκδιώκων φόνους. §. ὅτι οὐχὶ φυγάς, ὡς οἱ νεώτεροι· φησὶ γοῦν A+ “ἀλλ᾿ ὃ μὲν αὐτοῦ μίμνε” (119). §. γέγονε δὲ ὁ Τυδεὺς ἐκ Γόργης ἢ Περιβοίας.

121. * ἔγημε] λείπει ‘μίαν’ τὴν Δηιπύλην.

123. ὄρχατοι ἀμφίς] παρὰ τὸ τῷ ἕρκει ἠσφαλίσθαι· ὄρχος ὄρχατος. ὡς μέσατος (Il. 8. 223, 11. 6) πάχετος (Od. 9. 187). §. τὸ δὲ “ἀμφίς” χωρὶς τῶν ἀρουρῶν.

124. πρόβατα] ἀντὶ τοῦ “τὰ τετράποδα,’ καὶ “πρόβασιν” (Od. ΑB+ 2. 75) τὴν τῶν τετραπόδων κτῆσιν, παρὰ τὸ πρὸ τῆς ὀπισθίας βάσεως ἑτέραν βάσιν ἔχειν.

9. τοὺς Ἀγρίου W ex AD: ἀγρόθεν ‖ 13. οὐκ A ‖ Ἀριστοφάνης ἠθέτει· παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ἦν coni. Nauck ‖ 14, 15. εὐκαίρως Bekker: ἀκαίρως ‖ 18. ἐμεῖο Α: ἐμοῖο textus ‖ ἐμοῖο A: ὁμοῖο ‖ 24. Γοργῆς ‖ 31, 32. τῶν ἀπισθίων βάσεων B, τῆς πρώτης βάσεως

*κέκαστο] ἀντὶ τοῦ ἐνίκα.

A+

125. *ὡς ἐτεόν περ] Ἀρίσταρχος “εἰ ἐτεόν περ.”

127. πεφασμένον] ἀντὶ τοῦ φανθησόμενον, ἢ πεφασμένως.

AB=

128. καὶ οὐτάμενοί περ] καλῶς οὐχ ὁ Νέστωρ ταῦτά φησιν, ἀλλʼ εἷς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ “πέρ,” εἶτα τὸ “ἀνάγκῃ” ἐπαγαγεῖν, ἵνʼ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπιφέρῃ τὴν περιεστῶσαν ἀνάγκην.

οὐτάμενοι] εἴπερ εἴα τὸ σημαινόμενον, ἦν 〈ἄν〉 ἀπὸ τοῦ οὔτημι ἐνεστῶτος· ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένοι 〈ὡς〉 ἐληλάμενοι.

A+B–

129. *ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηιοτῆτος] λείπει ἡ B= ἀπό. §. τὸ δὲ “ἔπειτα” ἀντὶ τοῦ δ⌈ή⌋.

A–B=

αὐτοὶ μὲν ἐχώμεθα δηιοτῆτος] τὴν ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν, “εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω δύμεναι· οὐ γάρ πως βεβλήμενόν ἐστι μάχεσθαι” (62).

Α=B–

131. ἐνήσομεν] τῷ πολέμῳ· οἳ δὲ “ἀνήσομεν” πείσομεν, “ἀλλʼ ἀνίεις, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀίδηλον” (Il. 5. 880).

132. θυμῷ ἦρα φέροντες] ἐπικουρεῖν τῇ ψυχῇ θέλοντες.

134. *ἦρχε—Ἀγαμέμνων] ἀφθόνως καὶ γενναίως.

B–

136. μετʼ αὐτοὺς ἦλθε] πρὸς αὐτούς. παλαιὸς δέ ἐστιν ὁ λίαν γέρων, ὅθεν φησὶ “δεῦρο δὴ ὄρσο, γρηὺ παλαιγενές” (Od. 22. 395).

AB–

παλαιῷ φωτὶ ἐοικώς] καλῶς ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται (Il. 13. 45), διʼ ὃ καὶ ἔπειθεν ὡς εὐδοκιμήσας περὶ τὸν λοιμόν, ἐπὶ Ἀγαμέμ- νονος δὲ οὔ—φησὶ γὰρ “ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον (Il. 1. 82)—ἀλλ᾿ οὐδὲ Θόαντι (cf. Il. 13. 216)· νέος γὰρ οὗτος· νῦν δὲ ἁπλοϊ- κῶς ἔφη “παλαιῷ φωτί,” τίνι δέ, οὐ προσέθηκεν, ἀλλʼ ἀπήρκεσεν τὰ τῆς ἡλικίας εἰς πίστιν· τὸ γὰρ προστιθέναι τὸν στίχον ἐκεῖνον “ἀντιθέῳ Φοίνικι, ὀπάονι Πηλείωνος” περίεργον, καὶ ἀπρεπὲς Ἀχιλλέως ἀφ- εστῶτος τῆς μάχης τὸν Φοίνικα μὴ μόνον φαίνεσθαι μετὰ Ἀγα- μέμνονος, ἀλλὰ καὶ καταρᾶσθαι Ἀχιλλεῖ “ἀλλʼ ὃ μὲν ὣς ἀπό- λοιτο” (142). ἔστιν οὖν ὡς τὸ “ἀνδρὶ δέμας εἰκυῖα” (Od. 8. 194) καὶ “δέμας δʼ ἤικτο γυναικί” (Od. 4. 796).

B=

139. νῦν δή που Ἀχιλλῆος] ἀεὶ καταδρομήν τινα εὑρίσκομεν τοῦ 2. αἱ Ἀριστάρχου A ‖ 3. φρανθησόμενον: corr. Bekker ‖ 9. suppl. W ‖ ἐληλασμένως, cf. Et. M. s. v. ‖ 11. supplevi ex B ‖ 15. ἤτοι ante πείσομεν add. B ‖ 20. γρῦν ‖ 22. δι᾿ ὃ καὶ W: διʼ οὗ καὶ B, ὃπου ‖ λιμὸν ‖ 27. καὶ ante περίεργον omisi ‖ 29. καταρρᾶσθαι Ἀγαμέμνονος ἐν τοῖς πρὸς Ἀχιλλέα πεπραγμένοις· νῦν δὲ τοὐναν- τίον. καὶ ἔστιν ἁρμόδιον τῷ καιρῷ παραμυθίαν τινὰ προσελθεῖν τῷ Ἀγαμέμνονι, ὅτι οὐ διὰ τὴν αὐτοῦ ἁμαρτίαν δυστυχεῖ τὸ Ἑλλη- νικόν, ἀλλὰ διὰ τὴν Ἀχιλλέως ἀφροσύνην.

140. γηθεῖ—ἐπεὶ οὔ οἱ ἔνι φρένες] ὅτι τὸ ἐπιχαίρειν τοῖς κακοῖς B= ἄφρονος ἀνδρός. §. τὸ δὲ “ἔνι” ἀντὶ τοῦ ἔνεισιν. §. ὁ τρόπος μετα- τύπωσις· ἐκ συνθήκης γὰρ ἀπλοῦν ἐποίησεν.

141. φύζαν] τὴν μετὰ δέους φυγήν· γίνεται δὲ παρὰ τὸ ζα B= καὶ τὴν φυγήν.

142. ὣς ἀπόλοιτο] οὕτως Ἕλληνες, ἢ ὡς ἡμᾶς θέλει, ἢ ὡς AB= ἔστιν ἀνηλεής.

σιφλώσειε] περισσὸς ὁ στίχος, καὶ ἡ λέξις νεωτέρων· καὶ οἳ Α+B- μὲν ‘κακώσειεν’ σἳ δὲ ‘μωμητὸν ποιήσειεν,’ οἳ δὲ ‘ἐκλύσειεν’ — φλῶ γάρ ἐστι τὸ ⌈ὁρ⌋μὴν ἔχω, ὅθεν καὶ “οἰνόφλυξ” —οἳ δὲ σιπαλόν τὸν εἰδεχθῆ.

143. *σοὶ δ᾿ οὔπω μάλα πάγχυ] ἀντὶ τοῦ ‘οὐδ᾿ ὅλως,’ ὡς τὸ “οὐ νιφετός, οὔτ᾿ ἂρ χειμῶν πολύς” (Od. 4. 566). §. οἱ δὲ γρά- φουσι “σοῦ δ᾿ οὖποι.”

145. * κονίσουσιν] ἐκ τοῦ παρεπομένου φεύξονται.

A+