GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.13.381-6.13.400 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.13.381-6.13.400

727. οὕνεκά τοι περὶ δῶκε θεός] καὶ τοῦτο τεχνικῶς· οὐ γὰρ B= ἀνδρεῖον μὲν αὐτὸν ἔφη ἀνόητον δέ, λεληθότως δὲ τὴν ἀνδρ〈ε〉ίαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν αὐτῷ φάσκων τοῦ ἀπειθεῖν τοῖς ὀρθῶς συμβουλεύουσιν.

οὕνεκά τοι περὶ δῶκε θεός] ἐν ἐρωτήσει ὁ λόγος. πραγματικῶς A+B= δὲ ἐν ἑνὶ 〈στίχῳ〉 θεοφίλειαν καὶ ἀνδρ〈ε〉ίαν αὐτῷ μαρτυρῶν ἕτοιμον ποιεῖ πρὸς πειθώ. §. τὸ δὲ “παρα〈ρ〉ρητοῖσι” (726) παρη- B= γορικοῖς λόγοις, παραμυθήμασιν, ὑποθήκαις· οἳ δὲ συμβούλοις.

729. αὐτὸς ἑλέσθαι] πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητής, οἷον ἐστι καὶ τὸ “ἐκὼν δ᾿ οὐκ ἄν τις ἕλοιτο” (Il. 3. 66)· ἀδύνατόν φησίν ἐστιν, ἃ σὺ θέλεις, ἔχειν σε.

730. ἄλλῳ μὲν γὰρ ἔδωκε θεός] ὅτι θεόσδοτοι αἱ ἀρεταί. §. Ζηνό- B= δοτος δὲ ὁ Μαλλώτης προστίθησιν “ἄλλῳ δ᾿ ὀρχηστύν, ἑτέρῳ κίθαριν A- καὶ ἀοιδήν.”

732. ἄλλῳ δ᾿ ἐν στήθεσσι] πιθανῶς ἐν πρώτοις τὸ αὐτοῦ, δεύ- B= τερον δὲ τὸ ἴδιον ἔταξε πλεονέκτημα.

*νόον τίθει] οὕτως Ἀριστοφάνης.

733. τοῦ δέ τε πολλοί] τοῦ νοῦ. §. “ἐπαυρίσκονται” δὲ ἀπο- B= λαύουσιν· “ἐσθλὸς γὰρ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται” (Hes. B= Opp. 293).

734. πολεῖς] πολλούς. ἀλλ᾿ ἤδη προεῖπε“τοῦ δέ τε πολλοί (733). Β= ἐὰν δὲ τὰς πόλεις ἀκούσωμεν, μείζων 〈ἔσται〉 ὁ ἔπαινος, ὅτι ἑνὸς ἀνδρὸς εὐβουλία καὶ πόλεις ὅλας σῴζει. ἀμείνων οὖν τῆς ἀνδρ〈ε〉ίας ἡ φρόνησις, ὅσῳ καὶ πολυωφελεστέρα.

μάλιστα δέ κε] πλεονάζει ὁ “κέ.” §. “ἀνέγνω” τὴν ἐκ τοῦ πράγ- B= ματος ὠφέλειαν καὶ τὴν σωτηρίαν. §. δεόντως ἐπάγει νῦν (735) τὴν Β= ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν.

B=

736. πάντῃ γάρ σε περὶ στέφανος —δέδηεν] εἴωθεν ἀπὸ τοῦ B= “γάρ” ἄρχεσθαι οὐκ αἰτιολογικῶς. §. “στέφανος” δὲ ὁ κύκλος, B- ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· οὐδένα γὰρ οἶδε στεφανούμενον ὁ ποιητής. §. ἡ δὲ “περί” πρὸς τὸ “δέδηεν,” ἴν᾿ ᾖ ‘περιλάμπει,’ οἷον B+ περιείληψαι ὑπὸ τῶν πολεμίων.

737. Τρῶες δὲ μεγάθυμοι] τοῦτ᾿ ἂν εἴη ἀγαθοῦ συμβούλου τὸ B= 6. 〈στίχῳ〉 supplevi ex B ‖ 13. ὁμαλῶς τις: corr. Heyne ‖ 21. πολεῖς textus: πολέας lemma ‖ 22. supplevi ex B ‖ 25. διέγνω B ‖ 26. καὶ B: ἢ ‖ 33. μεγαλόθυμοι μὴ μόνον τὰ καθ᾿ ἑαυτὸν ἀλλὰ καὶ τὸ πᾶν κατασκέψασθαι, ὃ ποιεῖ ὁ Πολυδάμας.

ἐπεὶ κατὰ τεῖχος ἔβησαν] ἀφ᾿ οὗ κατέβησαν τὸ τεῖχος.

Α+ B=

740. πάντας ἀρίστους] ἀντὶ τοῦ ἀριστεῖς. §. πιθανῶς δὲ χρῆται B= τῇ συμβουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημένους καὶ ἀναχω- ρήσῃ.

B=

741. ἔνθεν δʼ ἂν 〈μάλα πᾶσαν ἐπιφρασ〈σ〉αίμεθα βουλήν〉] ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον.

B=

742. κεν ἐν〈ὶ〉 νήεσσι —πέσωμεν] καθόλου τῆς ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλ᾿ οὐκ αὐτὴν ἐκφέρει· ἠπίστατο γὰρ οὐ δεξόμενον τὸν Ἕκτορα. ἄμφω οὖν τέθεικεν, ἵνα ἐπ᾿ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι. ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶτον τέθεικε, δῆλον ἐκ τῆς ἐπιφορᾶς “αἴ κ᾿ ἐθέλῃσι θεός (743), ὡς δύσκολον καὶ ἐπὶ μόνῳ θεῷ κείμενον τὸ ἑλεῖν τὰς ναῦς.

744. ἔλθωμεν ἀπήμονες] καὶ ἐντεῦθεν δῆλός ἐστιν ἀναζεῦξαι βου- λόμενος, ὅτι προσδοκᾷ τι δεινὸν ἐκ τῆς ἐπὶ ναυσὶ μάχης· ἄπιστον γὰρ ἡγεῖται τὸ ἀπήμονας ἀναχωρῆσαι.

A-

745. ἀποστήσωνται—χρεῖος] τουτέστιν ‘ἴσως ἀπολάβωσιν,’ ὡς ἐν ζυγῷ τὸ ἴσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἁπλῶς πρᾶγμα· φησὶν οὖν, δέδοικα μή πως δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στή- σαντες τό χρέος.

Α+B-

ἄλλως: σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν· ἐν τῇ κόλῳ γὰρ μάχῃ εὐτύχησαν Τρῶες. στῆσαι δὲ τὸ ζυγοστατῆσαι καὶ ἐξισάσαι τῷ αὐτῷ μέτρῳ· θεραπεύει δὲ τὸν Ἕκτορα λεληθόσιν ἐπαίνοις, ὑπομιμνῄσκων αὐτὸν τῶν χθὲς αὐτῷ κατωρθωμένων.

747. * ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀίω] πλεονεκτούμενοι γὰρ ἱκετεύ〈σ〉ουσιν αὐτόν.

B=

748. ἅδε δ᾿ Ἕκτορι] διδάσκει πείθεσθαι τοῖς καιροῖς. τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσσεῖ (Il.4. 339) καὶ Διομήδει ἐν τῇ Ἐπιπωλήσει (ib. 370), καὶ ὕστερον ἀνεχόμενος αὐτῶν ὀνειδιζόντων.

B-

751. * ἐρύκακε] μὴ ἔα χωρίζεσθαι.

A+B-

754. ὄρεϊ νιφόεντι] καὶ Ὅλυμπος ἄρα ὄρος· φησὶ γὰρ “ κατ᾿ 12. αὐτὸ B: αὐτὸν ‖ 13. κ᾿ ἐθέλῃσι B: κε ἐθελήσει ‖ μ. θ. B: θεῷ μόνῳ || 15. ἔλθοιμεν ‖ 21. πως A: ὡς ‖ 23. ἡμῶν B: ἡμῖν ‖ 24. κόλῳ B: ἄλλῃ || 28. suppl. || 30. ἐπιπλήσσων B: ἐπετίμησεν 31. ἐπιπολήσει ut B Οὐλύμπου νιφόεντος” (Il. 18. 616). πρὸς δὲ μέγεθος ἡ εἰκών, ἐπεὶ ἀκίνητόν ἐστι τὸ ὄρος. ἅμα δὲ καὶ τὸ ἄγριον αὐτοῦ καὶ φοβερὸν ὄρει παρεικάζει χιόνι κεκαλυμμένῳ· τὸ γὰρ ἄνιφον πάντως καὶ ἥμερον.

756. ἀγαπήνορα] τὸν δι᾿ ἀνδρ〈ε〉ίαν ἀγαπώμενον· ἢ μᾶλλον, B- ἐπεὶ βουλευτὴς ἦν· εἰκότως εἴη ἂν ἀγαπήνωρ οἷον ὁ τοὺς στρατιώτας ποιῶν διὰ λόγων συμβουλευτικῶν ἀγαπᾶν τὴν ἀνδρ〈ε〉ίαν καὶ μὴ προδιδόναι αὐτὴν δειλίᾳ, ὁ παρασκευάζων καὶ τοὺς ἀνάνδρους ἀν- ὀρείους γίνεσθαι.

761. πάμπαν ἀπήμονας] ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν A+ B= τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· Ἕλενος γὰρ καὶ Δηίφοβος οὐκ ἀπήμονες, Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι.

763. πρὸς τὸ δεύτερον ἀπήντηκε, πρὸς τὸ “οὐδ᾿ ἀνολέθρους” B= (761).