GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.9.201-5.9.220 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.9.201-5.9.220

333. δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν] ἀμφο- τέρωθεν ηὔξηται ἡ ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα καὶ τοσαῦτα λαβὼν καὶ βραχὺ δοὺς γέρας τῷ κομίσαντι καὶ τοῦτο ὕστερον ἀφῄρηται.

B=

πολλὰ δʼ ἔχεσκεν] τεχνικῶς ἐνδείκνυται, ὅτι καὶ τὰ νῦν αὐτῷ διδόμενα δῶρα μέρος ἐστὶν ὧν Ἀγαμέμνων παρʼ αὐτοῦ λαβὼν ἀδίκως ἐσφετερίσατο.

B -

334, 5, 6. ἄλλα δʼ ἀριστήεσσι δίδου—καὶ βασιλεῦσιν, τοῖσιν δʼ ἔμπεδα κεῖται, ἐμοῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο] ἐπιφθόνως φησὶ‘τοῖς ἄλλοις ἐφύλαξε τὰ γέρα, ἐμοὶ δὲ οὔ, διʼ οὗ καὶ αὐτοὶ ἐλάμβανον·ʼ εὐπρεπῶς δὲ οὐκ εἶπεν ‘ὑμιν.ʼ ἄτοπον 〈δὲ〉 εἰ πολλὰ 2. χοῖνιξ A, cf. Et. Μ. s. v. χεῖλος ‖ 6. φόνων B: φόνον ‖ 8. Μενελάου B: Ἀγαμέμνονος || 9. ὁ ἄρων ‖ 11. ὀάρων μὲν ‖ 17. supplevi ex B ‖ 29. λαμ- βάνων ut B || 33. φησὶ B: ἡ ‖ οὖ W: ὦν 〈μὲν〉 ἔχων, μικρὰ δὲ παρέχων οὐδὲ ἐπʼ ἴσης τῶν ἄλλων ἐᾷ αὐτῷ τὰ δοθέντα.

335. ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν] καλὰ τὰ μετὰ τὴν καταρίθμη- σιν τῶν κατορθωμάτων.

336. *ηὔξησε τὴν ὕβριν “ἄλοχον” αὐτὴν εἰπὼν καὶ “θυμαρέα.᾿᾿ B= τῇ παριαύων] οὐ συνιαύων, διὰ τὸ βίαιον. φησὶ γοῦν “ δμωῇσιν δὲ B= γυναιξὶ παρευνάζεσθε βιαίως” (Od. 22. 37).

337, 8, 9. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσ〈σ〉ι— τί δὲ λαὸν ἀνήγα- AB= γεν— Ἀτρείδης; ἢ οὐχ Ἑλένης ἕνεκα] πρακτικὸς ὁ λόγος, δεικνὺς τὸν Ἀγαμέμνοναἢ ἀσύνετον ἢ ἄδικον. εἰ μὲν γὰρ μικρὸν ἡγεῖται τὸ ἀδικηθῆ- ναι περὶ γυναῖκα, πολεμεῖν οὐκ ἔδει περὶ Ἑλένης· ἀσύνετος οὖν ἐστι περὶ μικρᾶς αἰτίας πολεμῶν. εἰ δὲ χαλεπὸν καὶ μέγα, πῶς ἅπερ παθὼν ὑπὸ ἀλλοφύλων ἀγανακτεῖ, ταῦτα εἰς τοὺς φίλους ποιῶν οὐκ ἀδικεῖν νομίζει; καὶ πρῶτον μὲν ἀπηρίθμηται τὸ ἀχάριστον, εἶτα τὴν ὕβριν.

339. * Ἑλένης] αὐξητικῶς τῇ Διὸς εἴκασε τὴν Βρισηίδα.

340. ἢ μοῦνοι φιλέουσʼ ἀλόχους] τὸ τοιοῦτον ἐπιμονὴ λέγεται, B= ὅταν τις ἔχων αἰτίαν ἐπί τινι μὴ φεύγῃ τὸ ἔγκλημα. καὶ Ἀχιλ- λεὺς οὖν, ἐπεὶ τὴν διαβολὴν εἶχεν ὡς γυναικὸς χάριν ὀργισθείς, οὐ φεύγων τὴν ὁμολογίαν εἰς τὸ ὅτι δικαίως ἐχαλέπηνεν ἔρχεται, καὶ πρῶτον μὲν διέστρεψε δυσαπόκριτα προβαλόμενος— “ ἢ μοῦνοι φιλέ- ουσʼ ἀλόχους —εἶτα πανδήμῳ κρίσει τὴν γνώμην ἐπεσφραγίσατο.

341. *ἀγαθὸς καὶ ἐχέφρων] τεχνικῶς τὸ ἄνομον ἰᾶται διὰ τοῦ Β= παρὰ τοῖς σπουδαίοις ἰσότιμον εἶναι τῷ γάμῳ.

342. *αὐτοῦ] Πτολεμαῖος δασύνει νομίζων τὸ πλῆρες εἶναι Α+ “ἑαυτοῦ,” ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυ- μίᾳ. λείπει οὖν ἡ ἕο, ὡς τὸ “ἕο τʼ αὐτοῦ” (Od. 8. 211).

343. *δουρικτήτην] ὡς “ἀμφιρύτῃ᾿᾿ (Od. 1. 50)· “περιξέστῇ” Α+ (Od. 12. 79).

344. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο] ὁ νῦν πολλὰ ὑπισχνοῦ- Β= μενος 〈καὶ〉 τὸ βραχὺ ἀφήρηται. ὥσπερ δὲ σπινθὴρ κεκρυμμένος ὕστε- ρον τὸ πᾶν τῆς ὕλης καταναλώσας ἔκδηλος γίνεται, οὕτως ὁ ἥρως τοὺς ἐπιπλάστους λόγους ἀποσειόμενος διάδηλος γίνεται.

*καίμʼ ἀπάτησεν] ἴσως ὑποσχόμενος αὐτὸν ἐντίμως πέμψειν οἴκαδε B= ἠπάτησεν.

1. supplevi ex B ‖ 7. παρευνάζεσθαι ut B ‖ 14. ἀπαριθμεῖται A ‖ 20. διέστρετε B: διατρέψαι ‖ δυσαπόκριτον προβαλλόμενος B ‖ 23. τὸν γάμον ut B ‖ 26. λείπει A: λέγει ‖ ἡ ἕο ὡς τὸ ἕο τʼ A: ἡε οἱ μἡ ἴες ‖ 27. ἀμφι- ρύτη πέριξ ἔστη ‖ 30. supplevi ex B ‖ 31. οῦτως ὁ ῆρως B: οῦτως ἔρως

345. * τὰ σκυθρωπὰ οὐκ ἐπὶ τὸν Ὀδυσσέα τείνει.

B=

346. ἀλλʼ Ὀδυσεῦ] οὔτε γὰρ ἔδει Φοίνικα εἰρωνεύεσθαι ὡς τροφέα, οὔτε Αἴαντα ὡς ἀνδρεῖον, Ὀδυσσέα δὲ ὡς φυγόντα.

B=

*καὶ ἄλλοισιν] διὰ τὸ “παρʼ ἔμοιγε καὶ ἄλλοι” (Il. 1. 174).

347. * ἀλεξέμεναι] ἀντὶ τοῦ ὅπως ἀλεξήσῃ.

B =

348. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο] εἰρωνικὸς ὁ λόγος· ὧν γὰρ καταφρονοῦμεν, ταῦτα αὔξομεν. ἔοικε δὲ τὴν βουλὴν Νέστορος εὐτελίζειν.

B–

349. καὶ ἤλασε τάφρον 〈ἐπʼ αὐτῷ〉] ἐξέτεινεν ἀπὸ τοῦ σιδήρου, A+ ἢ ὤρυξεν ἀπὸ τοῦ παρεπομένου. §. Ἀρίσταρχος δὲ “καὶ ἤλασεν ἔκτοθι τάφρον”

A+

350. *εὐρεῖαν, μεγάλην] ὀλίγη διαστολὴ εἰς τὸ “εὐρεῖαν.” ἐν δὲ σκόλοπας] Ἀρίσταρχος “περὶ δὲ σκόλοπας.”

352. * ἀλλʼ οὐδʼ ὣς δύναται σθένος Ἕκτορος—ἴσχειν] οὐχ ὅτι περιγράφειν ἀλλʼ 〈οὐδʼ〉 “ἴσχειν.᾿᾿

B=

ὄφρα δʼ ἐγὼ—πολέμιζον, οὐκ ἐθέλεσκε μάχην] μείζων τείχους Ἀχιλλεύς, εἴγε τούτῳ μὲν ἐπαυλίζεται Ἕκτωρ, ἐκεῖνον δὲ ἔφευγεν. Ὀδυσσέως δὲ εἰς Δία φέροντος τὴν αἰτίαν τῆς εὐ⌈η⌋μερίας τῶν Τρώων Ἀχιλλεὺς ἐπὶ τὴν αὑτοῦ ἀπουσίαν 〈τρέπει〉.

B=

353. οὐκ ἐθέλεσκε μάχην] “ἐθέλεσκε” ἐδύνατο· καὶ ἀνάπαλιν “οὔτε τελευτὴν ποιῆσαι δύναται” (Od. 1. 249).

Α~

ἀπὸ τείχους] τινὲς‘ἐπάνω τοῦ τείχους,ʼ ὑπερβολῇ. εἰ δὲ σημαίνει τὸ ἄπωθεν, βαρύνεται ὡς τὸ ἄνα ἔπι.

354. καὶ φηγὸν ἵκανεν] δύο εἰσὶ φηγοί· ὑφʼ ᾗ μὲν ἱερὸν Διός (Il. 7. 60), ὑφʼ δὲ Ἴλου τάφος.

B=