GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.5.61-5.5.80 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.5.61-5.5.80

89. τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι] ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς B= πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ “πολλὰ δʼ ὑπ” αὐτοῦ 〈ἔργα〉 κατήριπε” (92).

*ἐεργμέναι] χωρὶς τοῦ γ “ἐερμέναι.”

90. * ἀλωάων] τῶν ἀμπελοφύτων.

92. κατήριπε κάλʼ αἰζηῶν] ἀντὶ τοῦ ἀνθρώπων· “μινύθει δέ τε B- ἔργʼ ἀνθρώπων” (Il. 16. 392). ἐμφαντικῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομηθέντα παρασύρεσθαί φησιν.

3. ᾧ οὐ post δύν. omisi ut B ‖ 13. supplevi ex B ‖ 25. ἐσκέδασε ‖ 31. χωρίων post ἀμπ. add. see.B=

97. αἶψ᾿ ἐπὶ Τυδείδῃ] καλῶς τιτρώσκει Διομήδεα, ἐπεὶ “ῥέζοντά τι καὶ παθεῖν ἔοικεν” (Pind. Nem. 4. 32).

B=

98. ἐπαίσσοντα τυχών] συνήργησεν ἡ Διομήδους ὁρμὴ πρὸς τὴν δίοδον τοῦ βέλους.

A=

99. θώρηκος γύαλον] τὸ γύαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται· “εὖτ᾿ ἂν ὁ παῖς ἀπὸ μὲν γύαλον λίθον ἀγκάσ〈σ〉ασθαι” (? Call. p. 773 Schn.).

B-

θώρηκος γύαλον] πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων “θώρηκος γύαλον” φησὶ τὸ περὶ τὸν ὦμον μέρος· λέγει δὲ τὸ κοίλωμα.

B-

101. ἐπὶ μακρὸν ἄυσε] οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο. διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι “τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν.” οὐ φθέγγεται δὲ τρώσας Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρὰ 〈οὖσα〉 καὶ ἔλεγχον ἀσεβείας ἔχει, ἢ βουλόμενος ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβάντα ἐν τοῖς Τρωσίν.

AB=

103. βέβληται 〈γὰρ〉 ἄριστος Ἀχαιῶν] ἀντὶ τοῦ ἀριστεύς— Αἴας γὰρ μετʼ Ἀχιλλέα—ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρ- τιστον Ἀχαιῶν” (Il. 6. 98)· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησίν.

B=

107. πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν ἔστη] γενναῖον ἦθος Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν.

B=

109. ὄρσο, πέπον] οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγήν, ἀλλὰ γεν- ναίως τὴν χρείαν μόνην φησίν.

B=

111. Σθένελος δὲ καθʼ ἵππων] πρεπόντως καὶ Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ.

B=

112. ἐξέρυσʼ ὤμου] αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, ἵνα μὴ πάλιν τιτρώσκηται ταῖς ἀκίσιν ὑποστρεφούσαις.

AB=

113. αἷμα δʼ ἀνηκόντιζε] ἐμφαντικὴ 〈ἡ〉 μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.

B=

116. εἴ ποτέ μοι καὶ πατρί] ἀντὶ τοῦ μου. §. προῳκονόμησε δὲ τὸν B= Τυδέα ὁ ποιητής.

B=

117. δηίῳ ἐν πολέμῳ] ὑποστικτέον ἐν τῷ “πολέμῳ. §. ἄμεινον B= δὲ ὀρθοτονεῖν τὸ “ἐμέ.” Ἵνʼ ᾖ καὶ ἐμὲ ὡς ἐκεῖνον.

B=

118. δὸς δέ τε μʼ ἄνδρα ἑλεῖν] οὐ περὶ τῆς ἰάσεως ἀλλὰ τῆς τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ 13. βασιλείας: corr. W ‖ 14. παραβῆναί ‖ 21. ὄρσεο ‖ 26, τιτρώσκοιτο ‖ 27. ἄμα ἀν. εὐχόμενοι τοῖς θεοῖς τὰ ἐπίθετα ποιοῦνται, καὶ νῦν μὲν ὁ καταπονού- μενος ἀτρυτώνην, ἡ δὲ Ἑκάβη εὐχομένη τὴν Ἴλιον σώζεσθαι ἐπικα- λεῖται τὴν ἐρυσίπτολιν (Il. 6. 305), οἳ δὲ τὴν λείαν λαβόντες ἀνατιθέασι τῇ ληίτιδι (Il. 10. 460).

καὶ ἐς ὁρμὴν ἔγχεος] ἢ ἐμὲ ἰσχῦσαι πάλλειν δόρυ, ἢ αὐτὸν ἀν- A + B= τιστῆναι τῇ ὁρμῇ τοῦ ἐμοῦ δόρατος. μόνον δὲ πλησιάσαι αὐτὸν εὔχεται· πέποιθε γὰρ ὡς αἱρήσων τὸν Πάνδαρον.

119. * ὅς μʼ ἔβαλε φθάμενος] καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν B= ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν.

καὶ ἐπεύχεται] ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλ- AB= αυχία.

122. γυῖα δʼ ἔθηκεν ἐλαφρά] οἰκείως· τρωθεὶς γὰρ ἐβεβάρητο. B= οὐκ ἔχομεν οὖν εἰπεῖν, πῶς ἀριστεύει πάλιν.

126. ἄτρομον, οἷον ἔχεσκε] φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα A B= τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι· Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν Τυδεῖ· τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ὑπὸ θυμοῦ· κατʼ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐρανοῦ, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρα- καλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης.

127. ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον] παιδευτικῶς ἐδογμά- B= τισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν παρεστάναι τὸ θεῖον.