GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.5.261-5.5.280 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.5.261-5.5.280

493. δάκε] ἠνίασεν· καὶ “θυμοδακὴς γὰρ μῦθος” (Od. 8. 185).

B=

δάκε δὲ φρένας Ἕκτορι] τοιοῦτος γὰρ Ἕκτωρ· “οὐ γὰρ ἐγῶ B= πληθὺν διζήμενος—ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον” (Il. 17. 221)· ἀπὸ κοινοῦ δὲ τὸ “χρή.” §. 〈“ἀποθέσθαι” (492)〉 ἀντὶ τοῦ ἀποτίθεσθαι.

494. αὐτίκα δʼ ἐξ ὀχέων] ἔδει γὰρ ἔργοις, οὐ λόγοις ἀπολογεῖσθαι. B= §. ὡς τὸ τάριχος δέ, οὕτω καὶ τὸ ὄχος.

499. ἱερὰς κατʼ ἀλῳάς] “ἀλῳάς” ὡς ἀγαθάς. ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ B= σὺν τῷ ῑ γράφεται· παρὰ γὰρ τὸ ἀλοιῶ ἐστιν.

ὡς δʼ ἄνεμος ἄχνας—ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ] Πτολεμαῖος τοὺς δύο συλλαμβάνων στίχους ἐκτιθείς φησι καὶ τοῦτον οὕτω γράφεσθαι “εὖτʼ ἄν ξανθὴ Δημήτηρ.”

8. τῷ B: τὸ || 9. ἀλλήλοισι 10. ἀορίζειν || 17. ὁμοῦ ναίειν: corr. W ex schol. Il. 15. 28 || imperfecta || 20. νωμελέως || 25. πολήων || 28, 29. ἀπολογεῖσθαι:—ὡς || 29. ἄχος || 33. δύο W: δώδεκαB=

502. αἳ δʼ ὑπολευκαίνονται] καλῶς ἡ “ὑπό·” οὐ γὰρ ἀθρόα ἡ τῶν ἀχύρων πτῶσις ἐπὶ τὴν ἅλω, κατʼ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ἐπιδεχομένου αὐτὰ χωρίου· ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατʼ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός.

B=

ἀχυρμιαί] κατ’ ὀξεῖαν τὸ “ἀχυρμιαί·” Ἰωνικώτερον γάρ ἐστιν ὡς τὸ ἀγυιαί θαμειαί ταρφειαί. εἰσὶ δὲ οἱ τόποι ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα.

B=

505. ἂψ ἐπιμισγομένων] ἐκ δευτέρου τῶν Τρώων προσμιγνύντων τοῖς Ἀχαιοῖς.

B=

ὑπὸ δʼ ἔστρεφον] οἱ μὲν ἡνίοχοι ὑποστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβάται τὸ μένος φέρουσιν. §. ὁ δὲ “δέ” ἀντὶ τοῦ γάρ.

B=

506. ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης] σκέπει αὐτούς, ὡς εἰ καὶ θέλοιεν μὴ δύναιντο φυγεῖν, ὡς “πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν” (Il. 21. 7). ἢ ἑαυτὸν ἐσκέπασεν, ὡς μὴ ὁρῷτο κακῶν τοὺς Ἕλλη- νας. ἢ ἵνα οἳ μὲν λευκανθέντες ὁρῷντο, οἳ δὲ σκέποιντο.

B-

507. μάχῃ Τρώεσσιν ἀρήγων] τινὲς ἀντὶ μάχῃ Τρώων·’ οἳ δὲ εἰς τὸ “μάχῃ” στίζουσιν.

509. Ἀπόλλωνος χρυσαόρου] τινές, τιμίως λαλοῦντος διὰ τὴν λύραν.

511. ἢ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών] Ἀρίσταρχος ὀξυτόνως· καὶ δῆλον ἐκ τῆς πλαγίου “δοιαὶ μὲν Μενελάου ἀρηγόνες (Il. 4. 7).

B=

〈οἰχομένην〉· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν] πιθανῶς τοῦτο, ἵνα μὴ προλάβῃ ἡ θεομαχία.

B+

512. πίονος ἐξ ἀδύτοιο] κεκνισωμένου.

515. ἀρτεμέα] πρὸς τὸ ἄρτιον.

B=

516. μετάλλησάν γε μὲν οὔτι] πιθανῶς τὸ ψυχρὸν τῆς δισσολο- γίας περιεῖλε, τὴν διάθεσιν ἤδη ἐμφήνας. §. τὸ δὲ “μετάλλησαν” ἀντὶ τοῦ ἠρώτησαν.

518. ἄμοτον μεμαυῖα] ἄπληστον ἢ σφοδρόν.

B=

519. τοὺς δʼ Αἴανιε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης] ἱκανὸν πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλληνες· δικαίως 〈οὖν) ἐπάξει τῷ Ἄρει τὴν Ἀθηνᾶν.

B=

523. νηνεμίης ἔστησεν] ποικίλως ἄνω μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ὧδε 〈δὲ〉 ἀπὸ νηνεμίας.

2. ἄλω || 10. ἐπιστρέφουσι ut B || 12, 13. κʼ ἐθέλοιεν 14. μὴ B: οὐχ || 15. ὁρῷντο B: ὁρῷνται || 16. ἀντὶ μάχην || 23. κεκνισσαμένου || 31, 33. supplevi ex B

524. ἀτρέμας, ὄφρʼ εὕδῃσι] τὸ “ἀτρέμας” καὶ τοῖς ἄνω δύναται B= καὶ τοῖς κάτω συνάπτεσθαι.

ὄφρ’ εὕδῃσι] ἐν ὅσῳ. “εὕδῃσι” ὡς “παμφαίνῃσι” (6).

B=

526. διασκιδνᾶσιν ἀέντες] ὡς τιθέντες· ἀπὸ γὰρ τοῦ ἄημι· τὸ δὲ B- παρʼ Ἡσιόδῳ (Theog. 875) “ἄλλοτε δʼ ἄλλοι ἄεισι” Αἰολικόν.

528. Ἀτρείδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων] ἄνω παρα- B= λιπὼν αὐτὸν ἰάσατο διὰ τοῦ “πολλά.” §. 〈“πολλά”〉 ὅ ἐστι ταῦτα.

529. ἀνέρες ἔστε] οὐκ εἶπεν ‘ἀνδρεῖοι’ ἀλλὰ ‘μὴ προδῶτε τὴν B= φύσιν.ʼ

530. ἀλλήλους τʼ αἰδεῖσθε] εἰκότως· κατὰ φῦλα γάρ εἰσιν· δογ- B= ματίζει δέ, ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ ἀλλὰ καὶ ἐν πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ‘ἐμέ,ʼ ἀλλʼ “ἀλλήλους.”

*ἀνὰ κρατερὰς ὑσμίνας] τελεία εἰς τὸ “ὑσμίνας.”