GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.5.221-5.5.240 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.5.221-5.5.240

422. ἦ μάλα δή τινα Κύπρις] ὡς προκαταρχούσης τῆς εἰς B= Ἑλένην ὕβρεως. §. διὰ δὲ τοῦ “κατεμύξατο λεληθότως ἀπολογεῖται.

B=

425. καταμύξατο χεῖρα ἀραιήν] διὰ τοῦ ᾱ Ἀρίσταρχος “κατα- B= μύξατο.” §. τὸ δὲ “χεῖρα ἀραιήν” πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. B= §. Ἀρίσταρχος δὲ τὸ “ἀραιήν” ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ.

B=

428. οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα] τὸ γνῶθι σαυτόν φησιν. οὐδὲν δέ φησιν· οἶδε γὰρ 〈αὐ〉τὴν αἰτίαν ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου· διὸ οὐδὲ αὐτὴ φθέγγεται ὡς ἡμαρτηκυῖα· πᾶς γὰρ ἁμαρτὼν ἀντιλέγειν οὐ δύναται.

B-

429. ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο] “ἔργα γάμοιο” 〈τὰ περὶ τὸν〉 ἔρωτα 〈καὶ〉 τοὺς ἐργαζομένους 〈τὸν〉 γάμον, ἐπεί τοι Ἥρα ζυγία ἐστίν.

430. ταῦτα δʼ Ἄρηι θοῷ] καὶ πῶς ὕστερον ὑβρίζει αὐτόν; ὅτι τὸ δίκαιον ὑπερέβαινεν, οὐ βοηθῶν ἀλλὰ καὶ αὐτουργῶν κατὰ τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν.

B=

434. ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἄζετο] οὐδὲν πράσσει, δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν.

437. *ἐστυφέλιξε] ἔρριψεν.

441. οὔποτε φῦλον ὁμοῖον—ἀθανάτων 〈τε〉 θεῶν χαμαὶ ἐρχομένων 〈τʼ〉ἀνθρώπων] πρὸς τὰ πτηνὰ ἡ σύγκρισις, τὰ διὰ τοῦ ἀέρος πορευόμενα.

B=

443. ἀνεχάζετο τυτθὸν ὀπίσσω] ἐμφαίνει τὴν ἀρετὴν Διομήδους διὰ τοῦ “τυτθόν” ἐηὶ δὲ Πατρόκλου “πολλὸν ὀπίσσω” φησίν (Il. 16. 710)· ὑπʼ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται καὶ τὸν Ἀπόλλωνα δέδοικεν.

2. supplevi ex B || 12, 13. χεὶρʼ || 14. ἀσθενοῦς || 19. ἀντιλέγειν scripsi: ἀνταιρεῖν 21. supplevi ex B || ἐρωτᾷ || 26. ὁ γὰρ || 29. φίλον

ἀνεχάζετο τυτθὸν ὀπίσσω] Ἀρίσταρχος “τυτθόν,” οὐ “πολλόν.”

446. Περγάμῳ ε〈ἰ〉ν ἱερῇ] καὶ Ἀθηνᾶς γὰρ ἦν αὐτόθι ναός· B= “νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ” (Il. 6. 88).

447. ἦ τοι τὸν Λητώ τε καὶ Ἄρτεμις] θεοὺς γὰρ εἰς ἀνθρώπους B= πάντα πράσσειν πέφυκεν.

448. κύδαινόν τε] λόγῳ παρεμυθοῦντο. §. ἀκολούθως δὲ τοῖς ἰατρι- B= κοῖς παραγγέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει· ἄλλως τε B= καὶ Ἀφροδίτης υἱὸς καὶ τῶν Τρώων ἄριστος μεθʼ Ἕκτορα.

449. αὐτὰρ ὃ εἴδωλον] εἴδωλον μὲν ἄκουε πᾶν τὸ δημιούργημα B= τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμένως δὲ ὑπὸ τοῦ ἡλίου, ὅς ἐστιν ἡγεμὼν τοῦ παντὸς γεννητοῦ τε καὶ ὁρατοῦ. οὐδὲν δὲ ἧττον Αἰνείου ἐστὶ τὸ εἴδωλον, υἱοῦ Ἀφροδίτης 〈καὶ〉 Τρωός, 〈ὅ ἐστι〉 τὸ ἐγχώριον κάλλος. πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλλος ἐστί, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται προστριβόμεναι.

αὐτὰρ ὃ εἴδωλον τεῦξε] ἵνα φιλοτιμοτέρως μάχωνται Τρῶες, τὸ B= πτῶμα σῶσαι θέλοντες.

451. ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ—δῄουν ἀλλήλων] καὶ πῶς Διομήδης B= οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν; ἀφῄρηται γὰρ τὴν ἀχλύν· “ὄφρ’ εὖ γινώσκῃς—θεὸν—καὶ ἄνδρα” (Il. 5. 128); ῥητέον ὅτι τὸ εἴδωλον ἀμφοῖν ἐστέρηται.

453. λαισήια] οἳ μὲν τοὺς ἐπιμήκεις θυρεούς· οἳ δὲ ἐκ τριχωδῶν B= δερμάτων γεγονότα, οἳ δὲ παρὰ τὸ λάσια αὐτὰ εἶναι. §. ἢ “λαισήια” τὰ τῇ λαιῷ φερόμενα.

454. θοῦρον Ἄρηα προσηύδα Φοῖβος] φυλάσσεται μὲν αὐτὸς τὴν B= πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλ〈λ〉οπρόσαλλον.

456. μάχης ἐρύσαιο] λείπει ἡ ἔξ.

458. Κύπριδα μὲν πρῶτα] τὴν ἐρωμένην σοι.

461. Τρῳὰς στίχας] ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστίζειν εἰς B- τὸ “στίχας.” εἰ δὲ γράφε〈τα〉ι “Τρῶας,” 〈οὐχ〉 ὑποστικτέον. ἵνʼ ᾖ Τρῶας ἀντὶ τοῦ Τρώων, ὡς “ἐρινεὸν—τάμ〈ν〉ε νέους ὄρ- πηκας” (Il. 21. 37). ἢ εἰς τὲ “δέ” ὑποστικτέον, ἵνʼ τὸ ἑξῆς. Τρῶας ὤτρυνε τὰς στίχας μετελθών.

2. αὐτόθι B: αὐτόσε || 4. ἤτοι || 7. θεραπεύει B; θεραπεύειν || 12. καὶ ἀοράτου || 13. supplevi ex B || ἐγχωρίδιον || 15. καὶ ἀίδιαι ante τῶν W ut B || προστριβόμεναι B: συντριβόμεναι || 16. schol. cum praece- denti coniunctum || 18. ἀλλήλους || 29. τρῷας στ. || 30. τρωὰς

Τρῳὰς δὲ στίχας] ἐν τῇ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμάχου “Τρράς” ἦν σὺν τῷ ῑ, ὡς “ἵππους δὲ Τρῳούς” (Il. 23. 291)· ἡ μέντοι κοινή, ᾗ συντίθεται καὶ ὁ Ἀσκαλωνίτης, Τρῶας” ὡς Κᾶρας· καὶ τὸ ἑξῆς οὕτω, Τρῶας δὲ Ἄρης ὤτρυνε στίχας μετελθών, ἀντὶ τοῦ περιβὰς 〈τὰς〉 τάξεις· ἢ οὕτω, τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν.

462. εἰδόμενος -ἡγήτορι Θρῃκῶν] τιμᾶται γὰρ ὁ θεὸς παρὰ Θρμξίν.

B-