GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.1.221-5.1.240 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:5.1.221-5.1.240

394. Δία λί⌈σαι⌋] ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ “ἐλισάμην καί σφιν B- μενοεικέα” (Od. 13. 273)· “καὶ κῆρα λιτέσθαι” (Il. 16. 47).

396. πολλάκι γάρ] δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀποστάσεως B- Διός, ὅπως μὴ δοκῇ εἶναι μισέλλην ὁ Ζεύς· οἱ δὲ βασιλεῖς θεοποι- οῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν ἐφήμιζον, ὅπως καὶ αὐτοὶ αὐχοῦντες μὴ ἀπιστοῖντο θεῶν εἶναι φάσκοντες παῖδες. ἐστοχάσατο δὲ πάντων ὁ ποιητής, ἐν μὲν τῷ προδιαλόγῳ οὐδὲν εἰπών, ὅπως μὴ ὀνειδίζειν δοκῇ, οὐ μὴν τὴν αἰτία⌈ν⌋ἐάσας ἄγνωστον. διαθρύπτονται δὲ πρὸς τοὺς ἄνδρας 5. Χρύσην ‖ 14. καὶ B: κἄν ‖ 25. καὶ τ. scripsi: κὰν ‖ 31. εἶναι ὡς ἕλλην γυναῖκες, εἴ που τι δράσουσι θαυμαστόν. ἄξιον δὲ καὶ τοῦτο παραση- μήνασθαι, ὅτι καθʼ Ὅμηρον οὐ νεογνὸν κατέλιπεν Ἀχιλλέα ἡ Θέτις.

A+B=

396. πολλάκι γάρ σεο] ὁ νοῦς· πολλάκι γάρ σου ἐν τοῖς τοῦ ἐμοῦ πατρὸς δόμοις ἤκουσα.

A+B=

σέο] Ἀρίσταρχος ἐγκλίνει τὴν “σέο” λέγων ἀπλῆν τε εἶναι αὐτὴν καὶ ἀντιδιαστολὴν οὐκ ἔχειν. ὁ δὲ Ἡρωδιανὸς καίτοι, φησίν, ὀφει- λούσης ὀρθοτονεῖσθαι, ἵνα λέγῃ σοῦ καὶ οὐκ ἄλλης ἀκήκοα, ὅμως πεπεῖσθαί φησι τὴν ἀνάγνωσιν Ἀριστάρχῳ.

AB=

397. κελαινεφέι] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

B=

399. ὁππότε μιν ξυνδῆσαι] τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβούλοντο συνδῆσαι τὸν Δία, ἣ μὲν θυγάτηρ οὖσα, οἳ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινες γράφουσι “καὶ Φοῖβος Ἀπόλλων,” ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη “οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, Ἥρη τʼ δὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,” ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθή- σαντες αὐτῷ μετὰ τῆς Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες. ⌈καὶ⌋ μύθους λέγουσιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλ- λάσσουσι τὰ ἔπη τὸ “οἴη ἐν ἀθανάτοισιν·” πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος, ὅτι μόνη, ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν: καὶ πῶς οὗτος βίῃ οὗ πατρὸς ἀμείνων;” δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερμασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον—πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι— Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφιστα- μένου ἐπὶ τὰ μεσημβρινά, ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησίν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ὅθεν συμβαί- νει τὸ ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ᾿ ἡ Θέτις ἀνά- γουσα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσπερ βοηθοῦσα τῷ Διί. εἰκότως δὲ ἑκατόγχειρον τοῦτόν φησιν, ὅτι πάντα τρέφει καὶ αὔξει 2. κατέλιπεν B: κατέλειψεν ‖ 5. τὴν B: τὸ ‖ 6. ὀφείλουσα ‖ 22. ⌈τ⌋οῦ π. ‖ 34. ἵλιον καὶ φύει καθάπερ πολλαῖς ὁμοῦ χερσὶν ἐργαζόμενος. “οὗ πατρὸς” δὲ ἀμείνων, τοῦ Διός· Ἀπόλλωνα γάρ φησι τὸν ἥλιον.

400. Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] πιθανῶς τοὺς A+ B= Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διί φησιν, ἵνα ἀκούηται Θέτις. τινὲς δὲ γράφουσι “καὶ Φοῖβος Ἀπόλλων·” τοῦτον γὰρ εἰκὸς ἠχθρευκέναι μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος. ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἳ δὲ Ἥραν μὲν διὰ τὸ πολλαῖς μίγ- νυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ πλεονεκτεῖσθαι εἰς τὴν διανομήν, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαίστῳ.

Ἥρη τʼ ἠδὲ Ποσειδάων] τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν B= δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν· ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἀπάντων. μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν καὶ ἀμιγῆ τὴν φύσιν ἔχει.

403. ὃν Βριάρεων] Ἡσίοδος δὲ “Ὀβριάρεῳ δʼ ὡς πρῶτα” B- (Th. 617). ὡς μουσοτρεφὴς δὲ καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις. ἢ τὰ τελειότερα θεοῖς ἀνατίθησιν.

404. οὗ πατρὸς ἀμείνων] Ὅμηρος ὡς Στωικὸς Ποσειδῶνος αὐτὸν A= εἶναί φησιν· “παῦροι δέ τε πατρὸς ἀρείους” (Od. 2. 277).

405. παρὰ Κρονίωνι] καθʼ ὑπεροχὴν αὐτὸν Κρονίδην καὶ Ὀλύμπιον ὀνομάζει.

407. τῶν νῦν μιν μνήσασα] καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν χάριν B- κατὰ τῶν Τρώων, ὅτε φησὶ “πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον;” (Il. 9. 325)· ἢ ὅτι ἡ δόξα τῆς νίκης εἰς Ἀγαμέμνονα ἀνέτρεχεν. ὥς φησιν “τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον (Il. 4. 415)· τά τε τῆς νίκης ὡμολογήσατο διὰ τοῦ ἀστράπτειν τὸν Δία. εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μετα- βαλεῖν τὴν Διὸς γνώμην. ἀλλʼ εἴπερ, φησίν, ἔδει κατὰ φίλων ἀδι- κησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμ- νονος δίκαιον ἦν δήπου· ἀλλʼ 〈εἰ⟩ Ἀγαμέμνων ἐκολάσθη, ἀθῷοι 〈ἂν⟩ ἀναπλεύσαντες οἱ Ἀχαιοὶ οὐκ ἐζήτησαν Ἀχιλλέα. μένει δὲ συγκο- λαζόμενος αὐτοῖς ἀχαρίστοις οὖσιν ὁ βασιλεύς, οἱ τῷ διὰ τὴν κοινὴν ὑβρισθέντι σωτηρίαν οὐκ ἐπήρκεσαν.

2. Ἀπόλλωνος coni. W pro Διὸς ‖ 4. ἀκούαιτο ‖ 11. A. τ. γ. supra add. pr. ‖ 14. δὲ ὃν βριάρέω ὡς τὰ πρ. ‖ 17. Ὅμ. ὁ στ. ‖ 21. τῷ νῦν

407. *παρέζεο] διὰ τὴν Ἥραν. διό φησιν “αἴ κεν πως ἐθέλῃσιν” (408).

AB=

λαβὲ γούνων] κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν, τῆς δεξιᾶς, ἐπεὶ πρακτικόν, γονάτων, διʼ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα, ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις.

408. * ἐπὶ Τρώεσσιν ἀρῆξαι] τὸ ἑξῆς, ἐπαρῆξαι τοῖς Τρωσίν.

B-

410. ἐπαύρωνται] ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι· τὸ δὲ ἐπαύρω ἐστὶ καὶ πρώτης καὶ δευτέρας συζυγίας, τὸ δὲ ἁμάρτω πρώτης, καὶ ἁμάρτων ἡ μετοχή.

A=

412. *οὐδὲν] ὅτι παρέλκει τὸ δεν.

B=

414. ὤ μοι τέκνον] οὐκ εὐθὺς αὐτῷ τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ εἰδυῖα τὴν αἴτησιν πρόξενον αὐτῷ οὖσαν θανάτου.

B=

αἰνὰ τεκοῦσα] τὸ ἑξῆς, αἰνὰ τεκοῦσα, ἐπεί νυ τοι αἶσα· τὸ δὲ “αἴθ᾿ ὄφελες παρὰ νηυσί” διὰ μέσου. τὸ δὲ “αἰνά” ἀντὶ τοῦ αἰνῶς.

*ἔτρεφον] ἀνέθρεψα.

*τεκοῦσα] παρατατικῶς.

B=

415. αἴθʼ ὄφελες] μᾶλλον ἂν προεθέμην σε τὸν ἄπρακτον βίον ζῆσαι· ἐπὶ λύμῃ γὰρ ἐμῇ τοῦτον εἵλου τὸν βίον. διὸ καὶ δυσαριστο- τόκειαν ἑαυτὴν ὀνομάζει.

AB-

ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς δὴ μ⌈ὴ⌋ ὄφελον νικᾶν” (Od. 11. 548)· “ὥς μʼ ὄφελ᾿ Ἕκτωρ κτεῖναι” (Il. 21. 279)· “μὴ ὄφελες λίσσεσθαι” (Il. 9. 698)· “Ἕκτορος ὠφέλετʼ ἀντί” (Il. 24. 254)· Καλλίμαχος δὲ ἐπίρρημα εὐκτικόν· “ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες” (Ep. 18).

B=

416. μίνυνθα] ἐπʼ ὀλίγον χρόνον, ἢ κατὰ ἀποκοπὴν τοῦ μινυνθά- διος· “μινυνθάδιος δέ οἱ αἰών” (Il. 4. 478)· παιδευτικὸν δὲ τὸ μηδὲ τὸν ὀλίγον τῶν ἀνθρώπων βίον ἄλυπον εἶναι. ἔστι δὲ περίφρα- σις ἐν τῷ στίχῳ, ὡς τὸ “ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν” (Il. 3. 59).

B=

417. ὀιζυρός] εἰ τοιαῦτα περὶ Ἀχιλλέως ὁ ποιητής φησι, τί περὶ τῶν ἄλλων εἴπωμεν;

A-

ὀιζυρός] ταλαίπωρος· μετωνυμία.

B=

419. τοῦτο δέ τοι ἐρέουσα] διὰ μὲν τὴν περίστασιν οὐκ ἀντι- πράσσει τῷ παιδί, καιρὸν δὲ μετανοίας αὐτῷ δίδωσιν.

12. αἴτησιν B: στάσιν ‖ 14, 20, 22. ὄφελλες ‖ 21. ὤφελλον ‖ ὤφελες ‖ 23. ἀντίον ‖ 24. ἐγ. αἱ νῆες ‖ 25. μετ᾿ ὁλ. ‖ 26. δέ τοι αἰ. ‖ 31. εἴποιμεν

420. ἀγάννιφον] τὸν λίαν νιφόμενον κατὰ τὰ ὑπὸ τοῖς νέφεσι ὄρη· A= τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτε κατομ- βρεῖται κατʼ αὐτὸν τὸν ποιητὴν λέγοντα “Οὔλυμπόνδ᾿, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται, οὔτε ποτʼ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη” (Od. 6. 42). “ἀγάννιφον οὖν ἢ τὸν λίαν νιφόμενον, ἢ τὸν οὐδὲ ὅλως, εἴγε ἀπόστροφος εἰς τὸ γ τεθῇ.

ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τὸν ἄγαν νίφοντα, ὡς βριήπυ ⌈ον⌋ B= καὶ γαιήοχον· τὰ ὄρη γὰρ νιφόεντα καλεῖ, ὡς καὶ Τήλεφος.

421. ἀλλὰ σὺ μὲν νῦν] τὸ “νῦν” ἀντὶ τοῦ δή· διὸ καὶ Τυρανν⌈ίων⌋ AB= ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. §. τῆς ὀργῆς δὲ αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα AB= τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις δʼ ἀναβάλλεται.

423. ἐς Ὠκεανόν] νῦν τὸν ποταμὸν δηλοῖ, ἔστι δὲ ὅτε καὶ σωμα- AB- τοειδῆ τὴν “θεῶν γένεσιν” (Il. 14. 201). ἡ δὲ “ἐς” ἀντὶ τῆς πρός· ἐπανάληψις· “ἀλλʼ ἐς Μενέλαον” (Od. 3. 317), “εἰς Ἀγαμέμνονα δῖον” (Il. 23. 36)· εὐσεβῶς δέ φησι μηδὲ τῶν πόρρωθεν ἀνθρώπων ἀμε- λεῖν τοὺς θεούς· δισσοὶ δέ εἰσιν Αἰθίοπες ὑπὸ Νείλου ὁριζόμενοι. §. τινὲς δὲ γράφουσι “ μετὰ Μέμνονος Αἰθιοπῆας·” ἔθνος δὲ οὗτοι.

A=

μετ᾿ ἀμύμονας] Ἀρίσταρχος “ἐπʼ ἀμύμονας. §. ἡ “μετά” ἀντὶ τῆς A+ ἐπί καὶ ἀντὶ τῆς ἐν· “στεροπὴν μετὰ χερσὶν” ἔχων (Il. 11. 184).

A + B=

424. Ἀρίσταρχος γράφει “ἐπὶ δαῖτα,” οἱ δὲ ἄλλοι “κατὰ δαῖτα,” A + καὶ τὸ “ἕπον⌈ται⌋” διὰ τῆς αῑ.

χθιζός] ἐπιρ〈ρ〉ηματικῶς, ὡς καὶ τὸ τήμερος παρὰ τοῖς Ἀττικοῖς. B= §. τὸ δὲ “πάντες” συλληπτικόν, ὡς τὸ “ἀριστῆες Παναχαιῶν εὖδον B= παννύχιοι” (Il. 10. 1)· καὶ γὰρ Ἀθηνᾶ πρὸ ὀλίγου ἐξ οὐρανοῦ κατῆλθε, πεμφθεῖσα ὑπὸ Ἥρας §. οὐκ ἄπεισι δὲ εἰς Αἰθιοπίαν ἡ B= Θέτις, ὅτι ἐκ⌈εῖ⌋ ἦσαν οἱ Ἀχα⌈ϊ⌋κοὶ θεοί, καὶ τῷ υἱῷ καιρὸν μετα- νοίας διδοῦσα καὶ αὐτοῖς τοῖς Ἕλλησι, καὶ Τρῶας αἰσθέσθαι τῆς μήνιδος καὶ τολμῆσαι λοιπὸν εἰς μάχην.

425. δωδεκάτῃ δέ τοι αὖθις] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι AB= Διὸς ἱερόν, ἀφʼ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγχωρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς 3. ὄλυμπον θ’ ‖ 4. τινασσόμενον ‖ 7. οὔτε 11. αὑτόν ‖ 12. μὲν χαρίζεται AB: μεταχειρίζεται ‖ 15. τὴν W: τῶν ‖ 20. lemma novavit rec. ‖ 22. schol. cum praecedenti coniunctum ‖ 24. τήμερον ‖ 28. τῷ θεῷ κ. ‖ 32. λαμβάνοντες ‖ αἰθίοπες Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί.

B=

426. *χαλκοβατές] στερεὰν ἔχον τὴν βάσιν.

B=

427. καί μιν πείσεσθαι ὀίω] ἀπιοῦσα ἐν χρηστῇ ἐλπίδι κατα- λιμπάνει τὸν παῖδα. ὅμοιον δέ ἐστι τῷ “αἴ κε πίθηται.”

A=

429. *ἐυζώνοιο γυναικός] λείπει ἡ περί.

B=

430. τήν ῥα βίῃ] ἐν τάξει ἀπολογίας τοῦτό φησιν, ὅτι οὐκ ἦν εὔλογον περὶ γυναίου αὐτὸν θυμοῦσθαι, ἄλλως τε τὴν ἰδίαν ἀποφαίνει γνώμην ὁ ποιητής, ἠδικῆσθαι αὐτὸν ὁμολογῶν.

B=

αὐτὰρ Ὀδυσσεύς] ὅπως μὴ τῇ τῆς Θέτιδος ἀπαλλαγῇ συνάψῃ τὴν ἐπάνοδον· διὸ μεσολαβεῖ τὰ κατὰ τὸν Ὀδυσσέα, μόνον οὐχὶ λόγῳ καταμετρήσας τὸν ἐπὶ Χρύσην πλοῦν. ἑκατέροις δὲ μετρίως χρώμενος διαναπαύει τὸν ἀκροατήν, τῶν μὲν τὸν κόρον περιαιρῶν, τοῖς δὲ τὴν ἐπιθυμίαν ἀποπληρῶν.

αὐτὰρ Ὀδυσσεύς] ζήτει τὸ προηγούμενον τῆς τοιαύτης ἐννοίας “ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν” (318). ἐκεῖσε καταλιμπάνει τὸν Ὀδυσσέα.

B+

432. λιμένος πολυβενθέος] ἤδη καὶ λιμένων ἐπεσημήνατο φύσιν μιᾷ λέξει ὁ ποιητής.

B=

433. ἱστία μὲν στείλαντο] οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμ- βολον, ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδίδαξε B= προσορμισμοῦ. §. “ὑφέντες” δὲ Ζηνόδοτος, αἱ δὲ ἄλλαι “ἐφέντες.” B= §. “πρότονοι” δὲ τὰ ἀπὸ πρύμνης εἰς πρῷραν διήκοντα σχοινια.

A+B=

434. ἱστοδόκῃ] διὰ τοῦ κ ἐστὶ τὰ παρὰ τὸ δέχω ξεινοδόκος παν- δοκεῖον.

B+

* πέλασαν] πελασθῆναι ἐποίησαν ὡς τὸ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2. 91).

435. *προέρυσ⟨σ⟩αν] οὕτω πᾶσαι.

B=

437. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον] πολλὴν ἔχει τὴν ἡδονὴν ἡ τῆς προ- θέσεως ἐπαγωγή· τὸ δὲ σχῆμα ἐπανάληψις.

AB=

ῥηγμῖνι] ἀλλαχοῦ ἡρμήνευκε διὰ τοῦ “χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει (Il. 4. 425)· πάντα δʼ ἐν ὀλίγῳ πέφρασται.

B=

440. ἐπὶ βωμὸν ἄγων] προσάγει τὴν κόρην τῷ βωμῷ, ὥσπερ 5. add. sec. ὡς ἀμ⌈φίβολον⌋ δέ φησιν αὐτόν, διότι ᾔ⌈ δεῖ τὸ⌋ αὐτοπαθἐς τῆς Ἥρας (supplevi ex D) ‖ 13. οἷς ‖ 14. duae lineolae erasse secuntur ἀποδιδοὺς ὡς ἐπὶ τοῦ θεοῦ μάρτυρος. ἔστι δὲ ἡ “ἐηί” ἀντὶ τῆς παρά.

441. ἐν χερσὶ τίθει] ὅτι οὐ μόνον τὸ τίθημι κέκλιται, οὐδὲ ἐπὶ B= μόνων ἀψύχων τὸ τιθέναι.

442. ὦ Χρύση, πρό μʼ ἔπεμψεν] αὐτὰ τὰ ἀναγκαῖα συλλαβὼν B= λέγει ἀπλῶς· ὡς ἐπὶ θεοῦ πανοῦργον οὐδέν.

πρό μʼ ἔπεμψε] “πρό με” τὴν εἰς τὸ ἔμπροσθεν δηλοῖ σχέσιν, ο B= χρονικήν.

443. σοί] ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν καὶ B= 〈διὰ⟩ τὸν τέ.

444. ῥέξαι] καὶ σφάξαι· τὸ δὲ θῦσαι ἐπὶ τοῦ θυμιᾶσαι μόνως B= φησίν.

*ἱλασόμεσθα] πλεονασμὸς τοῦ σ.

B=

445. ὃς νῦν Ἀργείοισι] ἔμφρο⌈ν ἐστι τὸ μὴ ἐπε⌋νεγκεῖν ὅτι Χρύσου B= τὸν λοιμὸν εὐξαμένου 〈ἐπηνέχθη⟩, ἵνα μὴ διατρέψῃ τὸν γέροντα ὡς κακῶν αἴτιον· καίτοι Ἀχιλλεύς φησι “τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν” (380).

446. ἐδέξατο χαίρων] περιέτεμε τὸν λόγον τοῦ γέροντος· οὔτε B= γὰρ ἐπαινεῖν οὔτε ψέγειν ἦν τοὺς ἀποδόντας· τὸ μὲν γὰρ δουλοπρε- πές, τὸ δὲ παροξυντικόν. ἀλλʼ οὐδὲ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα λεγόμενα ὁπόσην τὰ λυπηρά.

447. κλειτήν] πᾶσαι “ἱερήν” εἶχον.

A+

448. ἑξείης] οἶμαι τὴν ⌈εῑ πεπλεονακέναι] ὡς ἐν τῷ ἀδελφειός.

B=

ἐύδμητον] δέμω δμῶ δμήσω δέδμηται δμητός, ἐύδμητος ὡς B= ἐύννητος.