GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.24.241-4.24.260 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.24.241-4.24.260

595. τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν ὅτι καὶ τὴν Διὸς γνώμην πληρώσας, ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον. ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν. δώσει δὲ ἀποθανόντι διʼ ἐπιταφίων εἰς αὐτὸν ἀγώνων.

598. τοῦ ἑτέρου] τοῦ πρὸς τὸ ἐξ ἐναντίας μέρος.

601. ἄγων] οὐκ ἐν τῇ σκηνῇ, ἀλλὰ καθʼ ὁδὸν, ἵνα μὴ πρὸς οἰκίον κινηθῇ.

602. τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου, οἱ δὲ Ζήθου, οἱ δὲ Ἀλαλκομένεω γυναῖκά φασιν· ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες, ἐν Λυδίῳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις ἀπολέσθαι, νοστῆσαι δὲ αὐτὴν εἰς Λυδίαν. ἡ δὲ αἰτία τῆς τῶν παίδων συμφορᾶς, ὅτι Λητοῖ παρισοῦτο, λέγουσα πλείονα τέκνα καὶ γενναιότερα τεκεῖν· ἦς οἱ παῖδες ὀργισθέντες τοὺς αὐτῆς ἀνεῖλον, ἡ μὲν θήλεια τὰς θηλείας, ὁ δὲ ἄρσην τοὺς ἄρσενας. αὐτὴ δὲ τῇ λύπῃ ἀφωνίᾳ κρατηθεῖσα ὡς λίθος ἦν ἄφωνος. οἱ δὲ λαοὶ ἀσυμπαθεῖς ὡς λίθοι ἥσαν, μισοῦντεε αὐτήν. τινὲς δέ φασιν ἤττον τὸ κατὰ τὴν Νιόβην εἶναι, ὅτι οὗτος πεντήκοντα τέκνων ἐστέρηται. ἀλλʼ ἐκείνη πάντων ἅμα, οὗτος δὲ οὔ. παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως εἶδος· κουφίζεται γὰρ τὰ πάθη ταῖς ἀλλοτρίαις συμφοραῖς. ὡς Θηβαῖον δὲ ἄντα τὸν μῦθον καὶ ἀγνοούμενον Πριάμῳ ἐπεξεργάζεται.

605. ῥητορικῶς τὴν διήγησιν ἀνέστρεψεν. ὅρα δὲ τὸ κάλλος· ἔφαγε γὰρ καὶ Νιόβη. τίς δὲ αὕτη ἦν; ἡ δώδεκα ἀπολέσασα παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος. διὰ τί; διʼ ὑπερηφανίαν. ἴσως δὲ ὑπὸ λοιμοῦ διαφθαρέντες ἐνομίσθησαν οὕτω 16. ὁδὸν Bekkerus] ὀδοῦ τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ περὶ ὀξέων παθῶν φησὶ “τοὺς ὑπὸ ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι διὰ τὸ αἴφνης καὶ μετʼ ὀδύνης τελευτᾶν.”

*ψευδές ἐστι τὸ λιθωθῆναι τὴν Νιόβην, ἀλλʼ ἡ ἀλήθεια οὕτως ἔχει· θανόντων τῶν παίδων αὐτῆς ἐποίησέ τις εἰκόνα λιθίνην, ἣν ἔστησεν ἐπὶ τῷ τύμβῳ τῶν παίδων, ῆν βλέποντες οἱ παριόντες ἔλεγον “Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῷ τύμβῳ,” ὥσπερ καὶ νῦν λέγεται “παρὰ τὸν χαλκοῦν ρακλῆ ἐκαθήμην.”

608. ἡ δʼ αὐτή] αὐτὴ δὲ, ὡς τὲ “ὁ δʼ ἐρεύγετο” (Od. 9, 374) ἀντὶ τοῦ ἐρεύγετο δέ.

610. ἐν φόνῳ] ἐν τῷ τόπῳ οὗ ἐφονεύθησαν.

611. ἀσυμπαθεῖς· ὠργίζοντο γὰρ αὐτῇ, ἐπεὶ διὰ τὴν ἐκείνης ἀσέβειαν ὀλίγου δεῖν ἡ σύμπασα πόλις ἀπώλετο ἄν.

612. θάψαν θεοί] ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ θεομισεῖς ὄντες ἐτάφησαν.

614—617. ἀθετοῦνται δ΄· πῶς γὰρ ἡ λίθος ἐγεύσατο σίτου; πῶς δὲ καὶ κήδεα πέσσει;

615. Σίπυλος πόλις ἐστὶ Λυδίας καὶ Ἀχελῷος ποταμὸς ἐκεῖ παρακείμενος. θεάων δὲ εὐνάς, ὅτι ἐκεῖ Σεμέλῃ ὁ Ζεὺς συνεκοιμήθη.

616. αἵ τʼ ἀμφʼ Ἀχελώῖον] ἀπὸ τοῦ Ἀχελῳου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ τὰ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κα- λεῖται πᾶν ὕδωρ. ἢ διὰ τοῦ η Ἀχελήῖον· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν.

ἐρρώσαντο] φιλοσόφως καὶ ἐρρωμένως καὶ μετὰ συνέσεως ὠρχή- σαντο.

617. ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; Φιλήμων δὲ ὁ κωμικός φησιν “ἐγὼ λίθον μὲν τὴν Νιόβην μὰ τοὺς θεοὺς οὐδέποτʼ ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι, ὡς τοῦτʼ ἐγένετʼ ἄνθρωπος, ὑπὸ δὲ τῶν κακῶν τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα, προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.” ὁ δὲ Λυδός φησιν ὅτι Ἀσωνίδης ἐρασθεὶς αὐτῆς μὴ πεισθείσης τὸν οἶκον ἐνέπρησεν, ἡ δὲ φεύγουσα εὔξατο λιθωθῆναι καὶ ἐλιθώθη.

4. ψευδές —] Scholion manus 29. πεισθήσομαι Eunst.] πείθομαι recentissimae ex Talaephati cap. ἐγένετ᾿—ὑπὸ δὲ τῶν—τοῦ τε 9 compilatum. Townl.] ἐγένετο καὶ κήδεα πέσσει 24. * Σιπύλου] σιπύλης. ἀλλʼ ὑπὸ τῶν—καὶ τοῦ

619. σίτου] ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. χαρίεις δὲ ὁ πρὸς ἀνάκτησιν τοῦ γέροντος συνδειπνῶν, καίτοι προδειπνήσας.

630. ὅσσος ἔην οἷός τε] ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.

632. καὶ μῦθον ἀκούων] ἀπὸ κοινοῦ τὸ ἀγαθόν. φησὶ γοῦν περὶ αὐτοῦ “θεόφιν μήστωρ ἀτάλαντος” (Il. 7, 366).

635. λέξον] κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.

636. ταρπώμεθα] δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν τέρψιν ποριεῖται.

639. κήδεα μυρία πέσσω] ὑπὸ μυρίων καὶ ἀναριθμήτων κακῶν ἀναλίσκομαι.

648. ἐγκονέουσαι] ἐνεργοῦσαι καὶ πονοῦσαι· τὸ γὰρ πονεῖν Πακῶς κονεῖν λέγεται.