GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.19.41-4.19.60 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.19.41-4.19.60

89. Ἀχιλλῆος γέρας] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

90. στικτέον εἰς τὸ ῥέξαιμι καὶ εἰς τὸ τέλος τοῦ στίχου, ἵν᾿ ᾖ οὗτος μὲν καθολικὸς ὁ λόγος, θεὸς τὸ πάντων ἔχει τέλος, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν, ὡς ἔθος. τὴν δὲ διά ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται, ὁ δὲ Δίδυμος σημαίνειν τὸ διόλου, ὡς καὶ διαλείτης ὁ διόλου ἁμαρτάνων, ἣ δι᾿ ἑαυτῆς πάντα τελεῖ. Λεσβοκλῆς δὲ διαιρεῖ εἰς τὸν δή σύνδεσμον καὶ τὸ ἴα ὄνομα, ἵν᾿ ᾖ μία δὴ θεὸς ἡ Ἄτη τὸ πάντων ἔχει τέλος.

91. πρέσβα Διὸς θυγάτηρ] κατ᾿ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ θεὸς, πρέσβα πᾶσι καὶ τιμία, ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ; τὸ δὲ πρέσβα ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. συγγνώμην δὲ ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα, ὡς ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος, καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις.

92. ἁπαλοὶ πόδες] λανθάνει γὰρ ἐπιφοιτῶσα· ἢ ὅτι αἱ πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ “ἡ δ᾿ Ἄτη σθεναρή τε καὶ ἀρτίπους” (ΙΙ. 9, 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην δηλοῖ.

93. κατ᾿ ἀνδρῶν κράατα] οὐ γὰρ πίπτει βλάβη οὐδεμία χαμαὶ, ἀλλ᾿ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν, καὶ ἐπὶ κράατα βαίνει τὸν νοῦν βλάπτουσα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ· ἢ ὅτι ταπει- 7. *ἕο] om. 18. περισσὴν] περισσὸν 14. αὐτοῦ] αὐτόν. Conf. ad 16, 20. εἰς addidit Bekkerus. 22. εὐφημισμὸν] εὐφημησμὸν νοῦσα αὐτοὺς ταῖς κεφαλαῖς ἐπίκειται καὶ ἐπικαταθλᾷ αὐτάς. ἡ δὲ κατά ἀντὶ τῆς ἐπί, ἵν᾿ ᾖ ἐπὶ ἀνδρῶν κράατα.

94. ἕτερον] τὸν ἕνα τῶν παροργισάντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον.

95. ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ ἑαυτὸν, εἰκάζων τῷ μεγίστῳ θεῷ· μακρολογεῖ δὲ, θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ τῆς ἀπωλείας αἴτιος Πατρόκλου· καλῶς δὲ καὶ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν.

96. φάσ᾿ ] ἄδηλα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆν᾿ ἄσατο, ὅ ἐστιν ἔβλαψεν.

97. διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία.

100. διαβεβαιούμενος· δεόντως δὲ εἰς τοῦτο ἦλθε τὸ διήγημα· ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσόμενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν.

103. μογοστόκος] ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.

104. ἐκφανεῖ] ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ φανερώσει, ὅ ἐστι γεννηθῆναι ποιήσει.

105. τῶν] τούτων· λείπει δὲ τὸ τῶν ἄρθρον, ὡς τὸ “εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν” (Od. 2, 206), ἵν᾿ ᾖ τῆς γενεῆς τούτων τῶν ἀνδρῶν. μεγάλη δὲ παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ ἀμφιβόλου ὄντος τοῦ “ἐξ ἐμεῦ αἵματος” —δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους—οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα.

αἵματος] μεταφορικῶς ἀντὶ τοῦ γένους, ὡς καὶ παῤ ἡμῖν ἔτι λέγεται, ὁ γὰρ παῖς οὗτος αἷμά μού ἐστιν.

107. εἰκότως ψεύδεσθαι αὐτόν φησιν, ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον.

108. διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; ἢ τάχα φοβουμένη μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται.

110. μετὰ ποσσὶ γυναικός] μεταξὺ τῶν τῆς γυναικὸς ποδῶν. εὐσχημόνως δὲ καὶ σοφῶς ἀνήνεγκε τὴν λοχείαν.

115. ᾔδη] ᾔδεεν ἡ Ἥρα.

116. Περσηϊάδαο] πέντε γὰρ παῖδες γεγόνασι Περσέως, Ἀλκαῖος Ἠλεκτρύων, Μήστωρ, Ἕλειος, Σθένελος, οὗ Εὐρυσθεύς.

117. μείς] Ἰωνικόν ἐστι, καὶ κλίνεται τῷ μήν ὁμοίως.

118. *ἡ πρό δηλοῖ τὸ πρὸ τοῦ δέοντος. καὶ ἠλιτόμηνον δὲ καλεῖ τὸν ἡμαρτηκότα τῶν δεόντων μηνῶν.

*ἠλιτόμηνον] ἤγουν τῶν θ. ἑπταμηνιαῖος γὰρ ὁ Εὐρυσθεὺς ἦν. ἀλιτεῖν οὖν τὸ ἀποτυχεῖν.