GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.18.221-4.18.240 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.18.221-4.18.240

523. τοῖσι] αὐτοῖς τοῖς ἐνεδρεύουσι.

525. οἱ δέ] οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμφοτέρων γὰρ ὁ λόγος.

526. δόλον δʼ οὔτι προνόησαν] διὰ τὸ ἀπροσδόκητον· οὐ γὰρ εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς πολιορκοῦσιν ἐπελθεῖν.

528. τάμνον] ἀπήλαυνον.

530. δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια ἠλαύνετο.

531. ἱράων] τῶν βουλευτηρίων.

535. ἐν δʼ Ἔρις] κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνο- μασίας ἔθηκεν.

*ἐν τάξει τῶν συμβαινόντων λέγει· ἄρχεται γὰρ Ἔρις, καὶ τελευτᾷ εἰς πόλεμον· ὁ δὲ πόλεμος ἀποτελευτᾷ εἰς κῆρας. αἱ δὲ τοῦ πολέμου κῆρες πολλαί· διὸ “ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.”

536. ἔχουσα] πρὸς τὸ Ἔρις ὑπήντηκεν.

538. φόνου πλῆρες, ὡς τὸ “Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαίξαι χαλκῷ ῥωγαλέον” (Il. 2, 416), διερρωγὸς τῷ σιδήρῳ. δηλοῖ δὲ τὸ δαφοινόν τὸ σφόδρα φονικόν. δαφοινοὶ θῶες (Il. 11, 474) καὶ δράκων δαφοινός (Il. 2, 308). ἀλλὰ ταῦτα μὲν ἐνεργητικά· τὸ δὲ αἷμα δαφοινὸν καὶ αὐτὸ σφόδρα φόνου πλῆρες. καὶ ἡ δασπλῆτις δὲ Ἐρινὺς (Od. 15, 234) ἡ σφόδρα προσπελάζουσα, ἀπροσπέλαστος.

539. ὥστε ζωοὶ βροτοί] οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμένα, ἀλλʼ ὅμοια ζωοῖς ἐκ τῆς ποικιλίας τῶν χρωμάτων.

541. τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα καὶ τὰς πόλεις γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ διὰ τῶν ἐπιθέτων ἔδειξεν εἰς ὁποίαν δεῖ γῆν πόνον κατατίθεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον.

542. εὐρεῖαν] ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι ὡς εὐρεῖαν.

5. ἀπάρυσις] ἀπόρρυσις 22. στήθεσσι] στήθεσιν 19. ἄλλον] ἄλλον μὲν 28. ζωὰ—ζωοῖς Bekk.]ζῶα—ζώοις

*τρίπολον] τρὶς ἐστραμμένην καὶ ἠροτριασμένην.

545. δέπας μελιηδέος οἴνου] πλουσίου ὁ ἀγρὸς, παῤ ὃν πονοῦσι μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πότῳ.

546. ὄγμους] οὔτε τὴν ἐπίστιχον τάξιν φησὶν Ἐπαφρόδιτος, οὔτε παρὰ τὸ οἴγειν· τὰς ἑλκύσεις δέ φησι, παρὰ τὸ ἕλκω, ὄλγμος, ἐξ οὗ καὶ ὄλξ, ἢ τὴν συνέχειαν τῶν αὐλάκων.

547. ἱέμενοι] ἔσπευδον παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν.

548. ἀρηρομένῃ] ἢ ἐνδεῖ τὸ σίγμα ἀπὸ τοῦ ἀρηροσμένη· ἢ παρὰ τὸ ἀρῶ ἀροτῶ, ἡρότημαι, ἠροτημένη, ἡρομένη· ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀρους, ἡρομένος, ἠρομένη, Ἀττικῶς ἀρηρομένη.

550. βασιλήϊον] τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν. ἢ βασιλικὸν αὐτῷ περιτίθησι κάλλος, τὸ καλλιστεῦον καὶ ἔντιμον διαγράψαι θέλων.

*οἱ μίσθιοι, οἱ ἐπὶ μισθῷ ἐργαζόμενοι τὴν ἔραν ἢ τὴν γῆν.

551. ἤμων] δαιμονίως πᾶσαν γεωργίας ἰδέαν κατέγραψε τῇ ἀσπίδι, περὶ ἀρότρου, περὶ θερισμοῦ. μετέπειτα δὲ καὶ ἀμπελό- φυτον διατυπώσει· τὸ γὰρ ὅλον τοῦ τρόπου διδασκαλικόν ἐστιν. δρεπάνας] Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θηλυκὰ, ὡς τὸ τάφρη καὶ ἀστραγάλη.

552"δράγματα] δραγμάτων γὰρ ἐπιλαβόμενοι θερίζουσι, καὶ τεμόντες ἐῶσι κεῖσθαι· ἄλλοι δὲ δεσμοῦσιν.

* δράγματα δὲ τὰ τῶν χειρῶν πληρώματα.

553. ἀμαλλοδετῆρες] οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες. ἐλ- λεδανοῖσι δὲ τοῖς τῶν ἀσταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί.

557. καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανόν, καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ πραότητι τὸν βασιλέα ζητεῖν τὸ ὑπουργεῖσθαι.