GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.15.221-4.15.240 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:4.15.221-4.15.240

555. ἡ περί πρὸς τὸ ἕπουσι· τὸ γὰρ ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συντάσσεται.

556. ἀλλʼ ἕπευ] ἀλλʼ ἕπου· τῆς γὰρ πρὸς Ἀργείους, φησὶν, οὐκ ἀποστατέον μάχης, πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς ἑλόντες τὴν Ἴλιον πορθήσωσι. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται, ὥστε ἀναγκαῖον καὶ τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσσχεῖν.

563. τῶν αἰδουμένων ἀλλήλους καὶ ἀγωνιζομένων πλείονες σώζον- ται ἤπερ φονεύονται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει.

568. Ἀντίλοχον δʼ ὤτρυνε— Μενέλαος] φαίνεταί τις αὐτοῖς ὑποῦσα φιλία διὰ τὴν γειτνίασιν· τὸ δὲ ὁμότροπον καὶ φιλικὸν ὀχυρὸν καὶ δυσκαταγώνιστον.

574. ἀμφὶ ἓ παπτήνας] τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλῃ, ὡς καὶ Ὀδυσσεύς. ὑπὸ δὲ αὐτοῦ, φησὶν, ἀκοντίσαντος διεχωρίσθησαν οἱ Τρῶες.

577. νισσόμενον πόλεμόνδε] οὐ νῦν πρῶτον ἐξιόντα, ἀλλὰ διὰ τὴν τροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρμῶντα.

581. ἐτύχησε βαλών] ἔτυχε βαλῶν, τυχῶν ἔβαλε. τοσοῦτον δὲ Ἀντίλοχος μείζων Μελανίππου ὅσον νεβροῦ κύων. τὸ ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου διὰ τοῦ κυνὸς δηλοῖ.

586. θηρὶ κακὸν ῥέξαντι ἐοικώς] δαιμονίως τῇ παραβολῇ κέχρη- ται· καὶ γὰρ ἡ φυγὴ τούτῳ κατὰ πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται. καλῶς δὲ οὐκέτι παραβέβληται κυνί· οὐ γὰρ ἔδει τὸν ἥρωα φεύγοντα κυνὶ εἰκάζειν, ἀλλὰ λέοντι οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλʼ ἔφοδον πλειόνων ὑφορωμένῳ ἀγροίκων.

7. *νῦν] om. 9. * ἡ περὶ] ἡ ἑπι

594. θέλγε] ἐπὶ τὸ χεῖρον ἠπάτα. βασανίζει δὲ τὴν διάνοιαν τοῦ ἀκροατοῦ τὸν ἐμπρησμὸν προσδοκῶντος.

598. Θέτιδος δʼ ἐξαίσιον ἀρήν] ἄδικον· τοὐναντίον γὰρ ἐναίσιμα τὰ καθήκοντα καὶ δίκαια. ἢ ὑπεραγόντως μεγάλην. ἀρὴν δὲ αἴτη- σιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ θεοῦ τυγχάνει. ἢ τὴν καθʼ Ἑλλήνων κατάραν· ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος.

601. δὴ τοῦ] ἐπιστάμενος τοὺς ἀκροωμένους συναχθομένους τοῖς Ἕλλησιν, εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης νίκης προεκθέσει.

605. μαίνετο] ἐναργῶς ἐκινεῖτο τῷ σώματι. καὶ χαλεπὸν μὲν εἰς ἔννοιαν ἐλθεῖν καὶ σωφρονοῦντος Ἄρεως· ὁ δὲ καὶ τὸ μαίνετο προσέ- θηκε. καὶ οὐ μέχρι τούτου τὴν εἰκόνα ἵστησιν, ἀλλʼ ἀφρίζειν αὐτῷ τὸ στόμα τρόπον φησὶ θηρίου, καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος.

* καὶ ἐν τῇ συνηθεία δὲ ἐπὶ τῶν ὑπερβαλλόντων ἐν τοῖς ἔργοις κατʼ ἀνδρείαν μαίνεταί φαμεν, μανίαν τὴν ἐνθουσιαστικὴν πρᾶξιν λέγοντες. καὶ Πλάτων δὲ διαιρῶν τὰς μανίας δείκνυσι τὰς ἀγαθάς τε καὶ θείας αἵτινές εἰσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Διονύσον μαινό- μενος εἴρηται, οὐ κατὰ βλασφημίαν, ἀλλὰ παραστατικῶς τῆς τοῦ θεοῦ κατὰ βακχείαν ὁρμῆς, φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος ἐρρωμένως ἐν τῇ τῆς χορείας καταστάσει.

607. ἀφλοισμός] ἀφρισμός κατὰ Αἰτωλούς· λαμβάνεται δὲ καὶ πεποιημένως ἐπὶ ἰδιώματος ὕδατος ἤχου.

610. ἀθετοῦνται ε΄, διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον αὐτὸν ἐτίμα, καὶ ὅτι ἀπʼ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ μαρναμένοιο νοεῖται τὸ Ἕκτορος. ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ ὄνομα ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυμάζων τινὰ τῶν ἔργων πολλάκις ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ ἀπʼ αἰθέρος, ὅτι ὁ αἰθέριος Ζεύς· οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτὸν, ἀλλʼ ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτήρισε. καὶ ἡ πρόληψις δέ ἐστι σχῆμα ποιητικόν. προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἐργάζονται. καὶ τοῦ λέ- γοντος ἦθος χρηστὸν, καὶ ὡς συναλγοῦντος ἡ πίστις.

618. ἠΰτε πέτρη] ἡ μὲν ἐμβολὴ τῶν βαρβάρων κύμασιν ἀεὶ εἴκα- σται, ἡ δὲ τῶν Ἑλλήνων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ.

11. * ἔννοιαν ἐλθεῖν] εὔνοιαν ἀνελθεῖν 16, ἀνδρείαν] ἀνδρίαν

619. ἠλίβατος] ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ ἀλιτεῖν ἐστὶ τοὺς ἐπιβαίνοντας αὐτῆς.

620. λιγέων] ἦχον ἀποτελούντων τῇ βίᾳ. κέλευθα δὲ τὰς ἐφόδους.

621. οἱ μὲν ἀκτῇ, οἱ δὲ αὐτήν, ὃ καὶ ἄμεινον, ἵνʼ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα κύματα τὴν πέτραν.

623. λαμπόμενος πυρί] περιλαμπόμενος ὑπὸ τῶν ὅπλων ὡς ὑπὸ πυρός.

624. ἐν δʼ ἔπεσʼ] εὖ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν, ἀλλ᾿ ἐνέπεσε, σφοδρὰν ἐμφαίνων τὴν βίαν εἰς ἐπίτασιν. πεπύκνωται δὲ ταῖς παραβολαῖς ὁ τόπος πρὸς ἔμφασιν τῶν πραγμάτων.