GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.9.181-3.9.200 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.9.181-3.9.200

396. ἀριστήων] ὀνειδίζει τὴν ἀνανδρίαν τῷ Ἀγαμέμνονι, γενναίων κηδεστῶν, οὐχὶ τοιούτου δεῖσθαι λέγων. ἐν ᾧ δὲ προὔχει, ἐν τούτῳ ποιεῖται τὴν κρίσιν.

397. τοῦτό φησιν ὡς πολλῶν ἐπιδικασομένων γαμβρεύσειν αὐτῷ διὰ τὴν ἀρετήν.

399. μνηστὴν] τὴν γὰρ Ἀγαμέμνονος οὐ λογίζεται μνηστὴν, ἐπεὶ δῶρον αὐτῷ δίδοται. δοτικῆς δὲ τὸ γήμαντι· γάμου δὲ τέλος οὐ κτῆσις, οὐ κάλλος, οὐκ ἄλλο τι τῶν τοιούτων, εἰ μὴ τῶν συνόντων ἡ ὁμόνοια καὶ τὸ ἁρμόδιον, ὅπερ φησὶν “οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθʼ ὁμοφρονέοντε” (Od. 6, 182). ἢ εἰρωνεύεται ὡς γαμήσων κατὰ τὸ ἑαυτοῦ ἀξίωμα· φησὶ γοῦν (391) “ὁ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω ὅστις οἷ τʼ ἐπέοικεν.”

400. τὰ γέρων ἐκτήσατο Πηλεύς] λέγει ὅτι πατρῷα ἔχειν δεῖ 13. * ῥητῆρʼ εἶναι] ῥητῆρα, omisso 32. πατρῷα—εὐθαιμονοῦντα] Me- nandri versus (ap. Stobaeum Flor. εἶναι 16. *βασιλεύτερός εἰμι] βασιλεύ- 68, 28) fuit πατρῷʼ ἔχειν δεῖ τὸν τατός ἐστι 21. * τοιούτου] τοιούτων καλῶς εὐδαίμονα. τὸν καλῶς εὐδαιμονοῦντα. φησὶ γοῦν ὡς μᾶλλον αἱροῦμαι πατρίδος καὶ τῶν ἐμῶν ἀπολαύειν κτημάτων ἢ πολεμεῖν.

401. ἐμφαίνει τι τοῖς παροῦσιν, εἴ γε δώρων προήσεται τὴν ψυχὴν, αὐτῶν δῶρα διδόντων ὑπὲρ σωτηρίας τῆς ψυχῆς ἑαυτῶν· καὶ ὅτι πρώην κατεφρόνει αὐτῆς, ἀχαρίστῳ χαριζόμενος ἀνδρί. ὅτι δὲ οὐ φιλοψυχεῖ, πρὸς τὴν μητέρα φησὶν “αὐτίκα τεθναίην” (Il. 18, 98).

404. * ἀφήτορος] τοῦ Ἀπόλλωνος, ἤτοι ὁμοφήτορος, τοῦ ὁμοῦ ἢ ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου, τῷ τε πλουσίῳ καὶ πένητι. ἢ τοξικοῦ, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. ἢ τοῦ πολυφήτορος, τουτέστι τοῦ πολλὰς φήμας ἀφιέντος· ὃ καὶ ἄμεινον.

οἱ μὲν ἀσαφήτορος, οἱ δὲ τοξότου. ἕκαστον δὲ ἀγωνιστὴν δύσθυμον ποιεῖ τὸ ἐπταισμένον ὑποδηλῶν τοῦ πολέμου. ἡδεῖα δὲ ἡ περίφρασις καὶ πλήρης ἐναργείας.

405. * Πυθοῖ] Πυθὼ πόλις Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί. ἔστι δὲ ἱερὰ Ἀπόλλωνος. κέκληται δὲ ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τῆς Πυθίας τοὺς μαντευομένους, ἢ ἀπὸ τοῦ τοξευθῆναι τὸν τοῦ χρηστηρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος αὐτόθι καὶ πυσθῆναι, ὅ ἐστι σαπῆναι.

410. μήτηρ γάρ τέ μέ φησι] διὰ τοῦ φησί δηλοῖ ὅτι ὑπογυίως αὐτῷ εἴρηκεν· εὖ δὲ τὴν τῆς μητρὸς ἐδήλωσε πρόρρησιν. ἐμφαίνεται δὲ ὡς ἔστιν ἀνοήτου χρημάτων ἕνεκεν εἰς πρόδηλον ἑαυτὸν ἐμβαλεῖν θάνατον, καὶ ὅτι ἄφρονές εἰσιν οἱ δεόμενοι ὑπὲρ τῆς ἑαυτῶν σωτη- ρίας ἕτερον ἐπὶ δώροις τελευτᾶν· καὶ ἵνα ἀποπλέοντι μὲν αὐτῷ συγγινώσκωσι, βοηθοῦντι δὲ μεγίστην ὁμολογοῖεν χάριν. τὸ ἀμφί- βολον δὲ τῆς μοίρας καὶ ἐν ἄλλοις οἶδε, διʼ ὧν Τειρεσίας φησὶν Ὀδυσσεῖ “τὰς εἰ μέν κʼ ἀσινέας ἐᾷς, εἰ δέ κε σίνηαι” (Od. 11, 110).

417. καὶ δʼ ἄν τοῖς ἄλλοισιν] τοσοῦτον ἀπέχει πειθοῦς ὥστε καὶ τοὺς λοιποὺς ὑποχωρεῖν βούλεται. πιθανῶς δὲ ἀφίστησιν αὐτοὺς τοῦ πολέμου, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

418. δήετε] τεχνικῶς πρὸς αὐτὸν ἀπέστρεψε τὸν λόγον, ἐπεὶ καὶ 1. φησὶ γοῦν] *φησὶν οὖν 18. πυσθῆναι] *πυθῆναι 15. * Πυθὼ πόλις —κέκληται δὲ 20. *ὑπογυίως] ὑπογύως ἤτοι] om. 27. * μέν κʼ] μέν κεν 17. *τῆς Πυθίας] τὴν Πυθίαν ἔλεγε “Ζεὺς δέ σφιν Κρονίδης” (Il. 4, 166). εἰ τοίνυν, ὡς φῂς, πολέμιον ἔχετε τὸν θεὸν, ὑπόλοιπον ὑμῖν ἐστὶν ἀποπλεῖν.

420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ ἡ πᾶσα δύναμις. μεγάλη δὲ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.

421. ἀριστήεσσιν Ἀχαιῶν] νῦν οὐδὲ λόγον ποιεῖ Ἀγαμέμνονος, καίτοι πρώην λέγων “τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω” (369). ἢ ὡς μὴ αὐτοῦ μόνου πέμψαντος, ἀλλὰ καὶ τῶν λοιπῶν. ἢ τῷ θυμῷ ὑπερκαείς.

425. ἑτοίμη] εὔληπτος, φανερὰ, ἕτοιμος. λέγει δὲ τοῦτο, ὅτι ματαία ἐστὶν αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσαντο οἱ Ἕλληνες, πέμψαν- τες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους πεῖσαί με.

427. Φοῖνιξ δʼ αὖθι] τοῦτο εἰς πίστιν τοῦ τῷ ἦρι ἀποπλεῦσαι. προσκρούει δὲ Φοίνικι ὡς παρʼ Ἀγαμέμνονι διατρίψαντι· καὶ ἑξῆς “ Ἀτρείδῃ ἥρωϊ φέρων χάριν” (613). ἅμα δὲ καὶ προεκκόπτει αὐτὸν τῆς λιτῆς.

429. ἢν ἐθέλῃσιν] ἢν ἐθέλῃσι, φησὶ, προέσθαι Ἀγαμέμνονα. διὸ καὶ αὐτός φησι “πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο, φίλον τέκος” (437).

ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω] οὐ γὰρ ἦν εἰκὸς βιάζεσθαι ὁ πατὴρ πειθαρχεῖν ἐκέλευσεν.

431. μάλα γὰρ κρατερῶς] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπότομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως γὰρ διέθηκε τὸν Ἀχιλλέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει.

432. ὀψὲ δὲ δὴ] φρονίμως τὸ μὴ εὐθέως τοῖς Ὀδυσσέως λόγοις τοὺς ἑαυτοῦ ἐπιβαλεῖν, ἀλλʼ ἀντειπεῖν πρῶτον ἐᾶσαι τὸν Ἀχιλλέα καὶ ἐκχέαι τὸν θυμόν. ἀλλʼ οὐδὲ παυσαμένου Ἀχιλλέως αἴφνης ἄρχεται, οὐδὲ ἀρξάμενος εὐθὺς τὴν συμβουλίαν προάγει, ἀλλὰ δακρύσας προσοχὴν καὶ ἔλεον ἐπισπᾶται· οἴκτῳ γὰρ τὸ πλέον ἀγωνίζεται καὶ διηγήμασιν οἰκείων ἀτυχημάτων. τὸν δὲ λόγον οὐκ ἐπὶ ἱκετείαν ἀνάγει, ἀλλʼ ἐπὶ τὸ συμφέρον Ἀχιλλεῖ. ὀψὲ δὲ τοῦτο ποιεῖ, ὅτι πάντες ἠπόρησαν.

433. δάκρυʼ ἀναπρήσας] φησὶν, οὐκ ἔστεξε τὸ δάκρυον. συνείκει μὲν οὖν ἀπʼ ἀρχῆς, εἶτα ἐπάγει τὴν λιτήν. τὸ δὲ εἰ μὲν δή ὡς παραδόξου τῆς κρίσεως οὕσης· προσεδόκων γὰρ, φησὶν, ὡς παρα- κληθεὶς μενεῖς. ὥσπερ δὲ Ὀδυσσεὺς ἐκ τοῦ παρόντος ἔλαβε τὸ 15. * προεκκόπτει] προκόπτει προοίμιον, οὕτω καὶ οὗτος. οὐχ ὡς συμβουλεύσων δὲ παρελήλυθεν, ἀλλʼ ὡς δώσων ἀπόκρισιν πρὸς τὸ “Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων.”

435. ἀμύνειν νηυσὶ] τὸ ἀνεπίφθονον τῶν ὀνομάτων καὶ τὸ ἔσχατον τῶν κινδύνων ἐδήλωσε, τὸ Ἀγαμέμνονος πρόσωπον σιωπήσας, ὡς καὶ Ὀδυσσεύς.

436. χόλος ἔμπεσε θυμῷ] δείκνυσιν ὅτι διὰ θυμὸν καταφρονεῖ τοῦ δικαίου, οὗ μάλιστα δεῖ τὸν πεπαιδευμένον κρατεῖν.