GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.8.61-3.8.80 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.8.61-3.8.80

114. Σθένελός τε καὶ Εὐρυμέδων] ἐν σχήματι ἐδήλωσε τὸ δοκοῦν παραλελεῖφθαι· οὐ γὰρ εἴρηκεν ἀνωτέρω ποῖοι ἦσαν οἱ θεράποντες. φασὶ δὲ τὸν Σθένελον ἀπὸ τοῦ τείχους κατενεχθέντα τρωθῆναι τὸ σκέλος· διὰ τοῦτο οὐ πολεμεῖ, ἀλλʼ ἡνιοχεῖ Διομήδει.

115. τὰ δʼ εἰς ἀμφοτέρω] οἰκονομικῶς ἐπὶ τὸ ἅρμα Διομήδους ἀναβιβάζει τὸν Νέστορα, ἵνα πεισθῇ φυγεῖν καὶ εἶξαι ταῖς τοῦ Νέστορος παραινέσεσι· Σθενέλῳ γὰρ οὐκ ἂν ἐπείσθη, ὅπου γε μηδὲ ἐν τοῖς ἀνωτέρω, ἀναβῆναι ἐπὶ τὸ ἄρμα παραινοῦντι.

116. ἡνία] τὰ ἡνία αὐτῶν ἐξ ἀστραγαλίσκων ἐλεφαντίνων ἦσαν, ὅθεν καὶ τὸ “ἡνία λεύκʼ ἐλέφαντι” (Il. 5, 583). σημειωτέον δὲ ὅτι οἱ πρώην βασιλεῖς καὶ πολεμισταὶ καὶ ἡνίοχοι ἐτύγχανον.

13. τὸ τάχος] *τοῦ τάχους 32. ἀνωτέρω] ἀνωτέρωι

117. Ἕκτορος ἄγχι γένοντο] εἰ τοσοῦτον ἀπῆν, διὰ τί μὴ φεύγει; τὸ ὅλον πραγματεύεται πρὸς τὸ μὴ ἀθρόως καὶ ἄνευ πόνου νικᾶν τοὺς Τρῶας, ἀλλὰ τοὺς φεύγοντας ἀνακωχὴν λαβεῖν. ἄλλως τε ἢ νική- σειν οἴεται, ἢ νικώμενος ῥᾳδίως φεύξεσθαι.

120. υἱὸς Θ η βαίου οὐ τῷ γένει· κύριον γάρ ἐστιν ὄνομα, ὡς καὶ ἐν Ὀδυσσείᾳ ὁ Αἰγύπτιος.

122. ὑπερώησαν] ὥσπερ τὸ ὑπεχώρησαν παρὰ τὴν χώραν, οὕτως τὸ ὑπερώησαν παρὰ τὴν ἔραν. δηλοῖ δὲ καὶ τὴν ὁρμὴν, ὡς τὸ “ἐρωήσει περὶ δουρί” (Il. Ι, 303). ἀναγκαῖον δὲ τοῦτο εἰς τοὐπίσω φερομένου τοῦ ἡνιόχου.

πύκασε] ἐσκέπασε, περιεκάλυψεν, ἀπὸ τοῦ πυκάζειν, ὅ ἐστι καλύ- πτειν.

126. θρασύν] θρασύς ἐστι καὶ ὁ ἡνίοχος ἀναλόγως αὐτῷ, διὰ τὸ ὁμοψυχεῖν.

130. ἔνθα κε λοιγὸς ἔην] δῆλον ὡς καὶ ἄλλα διαθεμένου Διομή- δους. τέως δὲ ἡ τῶν Ἀχαιῶν φυγὴ οὐ μεμένηκεν ἄπρακτος, ἀλλὰ Τρῶες ἀναιροῦνται.

131. σήκασθεν] εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται οἱονεὶ ἱστηκός τις ὢν, ἀπὸ τοῦ ἐν αὐτῷ ἵστασθαι τὰ θρέμματα. ὅθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκόν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἐν αὐτῷ ἵστασθαι τὰ ἀγάλματα.

* καὶ τὴν Διομήδους ἀρετὴν αὔξει καὶ τὴν τῶν βαρβάρων δειλίαν κωμῳδεῖ, εἴ γε καὶ τοῦ Διὸς ἐπαμύνοντος εἱρχθῆναι ἐκινδύνευσαν προβάτων τρόπον, καὶ οὐδὲ τούτων τελείων· ἀρνῶν γάρ φησιν.

134. πρόσθʼ ἵππων] πεφεισμένως καὶ τοῦτο· ἐκδειματοῦν γὰρ μόνον αὐτὸν βούλεται, ἐπεὶ οὐδὲ αὐτὸς μισέλλην ὑπάρχει ὁ Ζεύς.

135. δεινὴ δὲ φλὸξ ὦρτο] δεινὴ γάρ ἐστιν ἡ δυσωδία αὐτοῦ, ὅταν προσψαύσῃ ὕλῃ τινὶ, καὶ πικραίνει τὴν αἴσθησιν.

137. ἐκ χειρῶν φύγον ἡνία] εἰ γὰρ παρατηρεῖ τὰς διοσημείας ὁ Νέστωρ ἐν οἷς φησὶν “ἀστράπτων ἐπιδέξι᾿ ἐναίσιμα” (Il. 2, 353), πῶς ἀντιτάξεται αὐταῖς; ἢ οὐχ ὑπὸ τοῦ δέους τὰς ἡνίας εἴασεν, ἀλλʼ οἱ ἵπποι καταπτήξαντες ὑπὸ τοῖς ἅρμασι τῇ βίᾳ καὶ αὐτὰς ἐπεσπάσαντο.

139. φόβονδʼ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνει. τοῦτο δὲ διὰ 23. * κωμῳδεῖ] om. 31. *ἐναίσιμα] αἰνέσιμα 29. διοσημείας] Rectius διοσημίας 34. * αἰσχύνει] αἰσχύνη στρατηγικοῦ προσώπου δηλοῖ, ὡς καὶ ἑτέρωθι διὰ τοῦ Ἀγαμέμνονος· “βέλτερον ὃς φεύγων προφύγῃ κακόν” (Il. 14, 81). εἰ γὰρ τὰ βέλη, φησὶ, φεύγειν πειρώμεθα παρασχηματίζοντες τὸ σῶμα, πόσῳ μᾶλλον τὸν θάνατον φεύγειν δεῖ;

140. ἐκ Διὸς οὐχ ἔπετʼ ἀλκή] ἵνα μὴ τῷ θεῷ ἀντιστῇ, λέγει ὅτι οὐ βοηθῇ, φησὶ, παρʼ αὐτοῦ. εὐπρεπῶς δὲ οὐκ εἶπεν ὅτι ἐναν- τιοῦταί σοι ὁ θεός· ὑπεκλύοντος γὰρ ὁ λόγος ἦν.

141, 142. νῦν—σήμερον] δηλοῖ διὰ τῆς ἐπαναλήψεως ὅτι πρὸς ὀλίγον ἔσται αὐτῷ ἡ χαρά· νῦν γάρ φησι, καὶ τὸ σήμερον προστί- θησιν, ἵνα μὴ τὸ νῦν ᾖ ἀόριστον. καὶ οὐδὲ τὸν Ἕκτορα φοβερὸν, ἀλλὰ τὸν Δία φησίν. καὶ χρηστὰς αὐτῷ ὑπογράφει ἐλπίδας, ἵνα μὴ αἰδεσθῇ φυγεῖν ὡς ἂν μὴ δυνάμενος τὴν ἧτταν ἀνακαλέσασθαι. οὐ δὲ δὲ τὸ ἄδηλον ὁρίζειν, ἀλλὰ μόνον ἀγαθὴν προσδέχεσθαι ἐλπίδα.

143. εἰρύσσαιτο] λείπει ἡ μετά. τὸ δὲ ὅλον οὕτως· ἀνὴρ δὲ τὸν τοῦ Διὸς νοῦν, παρʼ ὃ θέλει αὐτὸς ὁ Ζεὺς, οὐκ ἂν μεθελκύσαι οὐδὲ μεταθείη.

144. πολὺ φέρτερός ἐστιν] ὅτι ἡ ἀνθρωπίνη ἰσχὺς, οἵα τε ἂν ᾖ, πρὸς τὴν θείαν οὐδέν ἐστιν.

146. κατὰ μοῖραν ἔειπες] θεοσεβὴς γὰρ ὁ Διομήδης, εἴ γέ φησι “σὺν γὰρ θεῷ εἰλήλουθμεν” (Il. 9, 49).

148. Ἕκτωρ γάρ ποτε φήσει] κάν τούτοις τὸ φιλότιμον Διομή- δους ἐμφαίνεται, ὃς μὴ μόνον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμεῖν σπου- δάζει, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις.

150. τότε μοι χάνοι εὐρεῖα χθών] τὸ εὐρεῖα ἀντὶ τοῦ εὐρέως. κρείσσων δὲ, φησὶ, θάνατος ψόγου.