GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.8.161-3.8.180 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.8.161-3.8.180

350. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ] ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν παρόντων, μὴ διηγούμενος ὡς φιλέλλην τὴν τῶν Ἑλλήνων δυστυ- χίαν.

351. αἶψα δʼ Ἀθηναίην] δείκνυσι τὸ αἶψα ὅτι δίχα ἐπιλογισμοῦ τοῦτο ποιεῖ· διὸ καὶ μεταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος ταύτην ἀναπείθει.

352. ὦ πόποι] οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. κατʼ ἐρώτη- σιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησὶ, κἂν ἐσχάτως τειρομένων κεκα- δησόμεθα Ἑλλήνων; τὸ δὲ κεκαδησόμεθα ἀντὶ τοῦ φροντιοῦμεν, ἀπὸ τοῦ κήδεσθαι.

353. *κεκαδησόμεθ᾿] φροντιοῦμεν· ἐκ γὰρ τοῦ κήδω γίνεται.

355. ἀνδρὸς ἑνὸς ῥιπῇ] τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μή πως αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι· ἡ δὲ συνίησι τὸ σιωπηθὲν, καί φησιν “ἀλλὰ πατὴρ οὑμός.” ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ ῥιπῇ ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτορος· “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ” (Il. 11, 297) καὶ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ” (Il. 15, 605).

358. καὶ λίην οὗτός γε] καὶ μὴν περὶ τούτου μὲν οὐδέν μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον οὐδέπω· ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος.

360. μαίνεται] ἐνθουσιᾷ, ὡς τὸ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης” (Il. 15, 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ.

362. οὐδέ τι τῶν μέμνηται] πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς τὸν Ἡροκλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντίωτο αὐτῇ σωζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσε- νεγκάμενοι καὶ διʼ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέ- ρειν πρὸς σὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμ- φόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.

2. * Ἄρίσταρχος] Ζηνόδοτος Vill. 11. * τειρομένων] τῶν Ἀργείων 29. *αὕτη] αὐτὴ

364. ἤτοι ὁ μέν] τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικουρίαν.

368. κύνα στυγεροῦ Ἀΐδαο] ἀπὸ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίνδαρος μὲν οὖν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα κεφαλὰς αὐτὸν ἔχειν φησίν.

** τὸν Κέρβερον. τελεσθέντων τῶν Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγέου βο- σκημάτων ἆθλον καὶ τὸν τῆς Ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρβερον ἐξ Ἄιδου κομίζειν.

369. αἰπὰ] προσάντη καὶ ἄνωθεν καταρρέοντα. τὸν πλοῦν δὲ τοῦ Κωκυτοῦ φησὶν, ὅς ἐστι Στυγὸς ὕδατος ἀπόρρωξ. Στυγὸς δὲ διὰ τὴν ἐπὶ τῷ θανάτῳ κατήφειαν.

370. στυγέει] οὐκ εἶπεν ὅτι οὐκ ἀντευηργετήθην, ἀλλʼ ἠθικῶς ὅτι μᾶλλον καὶ μεμίσημαι.

371. τὴν μὲν Θέτιδος χάριν ἀπέκρυψε, λέγουσα δωρεὰν αὐτὴν εὐεργετεῖσθαι, τὴν δὲ ἰδίαν ὠνείδισε μὴ εὐεργετουμένη.

373. ἠθικῶς τῶν φιλοφρονήσεων τοῦ πατρὸς μέμνηται, αὐτὰ τὰ ὀνόματα εἰποῦσα οἷς παρακαλῶν αὐτὴν ὁ Ζεὺς πρὸς τὰς ἰδίας ὑπεκορίζετο χρείας.

374. ἀλλὰ σὺ μὲν] οὐχ ὡς ἥττονι κελεύει, ἀλλὰ καιρὸν λαμβά- νουσα πρὸς τὸν ὁπλισμόν.

378. γηθήσει προφανείσας] ἠθικῶς καὶ τοῦτο πρὸς τὸ “ὁ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς” (455). προφανείσα δὲ γράφει Ἀρί- σταρχος, δυϊκῶς. ὁ δὲ Ἡρωδιανὸς προφανείσας βούλεται, συστέλ- λων Δωρικῶς τὸ α, ᾧ καὶ πειθόμεθα.

393. πύλαι μύκον οὐρανοῦ] οὕτως λέγει ἐπὶ τῶν θυρῶν ἀεὶ, ταύτην μιμούμενος τὴν φωνήν· “τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος· τόσον ἔβραχε καλὰ θύρετρα” (Od. 21, 48 et 49).

399. ταχεῖα] ἀντὶ τοῦ τάχεως, ὡς τὸ “λῦσε δʼ ἀγορὴν αἰψηρήν” 5. Addit B Palaephati c. 40. Εὐφόρβου B. ἦν δὲ—ξένοις] οὐκ 7. τῶν Vill.] τοῦ ἐξὸν δὲ ἦν τότε τοῖς ξένοις κενταύρων] Αὐγέου] ἀύ μεγισταύρων Τέναρον] Ταίναρον τὴν 9. κομίζειν] Addit B de Cerbero Γοργόνα] τὴν Γοργὼ παραθέσθαι] Apollodori verba 2, 5, 12 εἶχε δὲ παρασχέσθαι οὖτος—τῶν Ἄιδου βοῶν ἀπέσφαξεν, 11. Στυγὸς -κατήφειαν] Haec ab quae ex Ven. A dedimus vol. 1 p. alia manu addita. 287 cum hac scripturae diversitate, 19. * ὑπεκορίζετο] εἰσεπορίζετο Εὔμολπον—Εὐμόλπου Α. Εὔφορβον— 27. *τόσον] τόσσον (Il. 19, 276) καὶ “ταχέες δʼ ἱππῆες ἄγερθεν” (Il. 23, 287). λέγει δὲ ὅτι μὴ συγχώρει αὐτὰς ἐξ ἐναντίας τῆς ἐμῆς κελεύσεως ἔρχεσθαι· οὐ γὰρ καλῶς ὑποστραφήσονται.

408. ἐνικλᾶν] ἐμποδίζειν. εἴληπται δὲ ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων.

τὰ μὲν θεῖα ἐᾷ, σκοπεῖ δὲ τὰ βιωτικά· ἐναντιοῦνται γὰρ ἀλλή- λοις ἄνδρες καἰ γυναῖκες.

411. πρώτῃσιν] ἄκραις, ὡς τὸ “ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40)· οὐ γὰρ πολλαὶ πύλαι τοῦ Ὀλύμπου. πολὺ δὲ τάχος ὑποφαίνεται τῆς Ἴριδος.