GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.3.61-3.3.80 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.3.61-3.3.80

103. ἐὰν στίξωμεν εἰς τὸ ἄρνε, δυϊκὸν ἔσται, ἐὰν δὲ συνάψωμεν, πτώσεως αἰτιατικῆς. ἀπὸ κοινοῦ τὸ νοούμενον. ταῦτα δὲ θύουσιν, ἐπεὶ καρποφόρα τῇ τριχί· καὶ ἥλιος δὲ καὶ γῆ αἰτία τῶν καρπῶν. διὰ τί δὲ οἱ Τρῶες γῇ καὶ ἡλίῳ; ὅτι ὁ κίνδυνος περὶ σωτηρίας τῆς ἐν τῇ οἰκείᾳ. Ἕλληνες δὲ Διὶ, ἐπεὶ ξένιος· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκὸν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπέ τι χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶ- μεν, Δία δὲ νοοῦμεν μόνον.

105. Πριάμοιο βίην] συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, ὅπως εἰ μὲν στέργοιεν Τρῶες, εὖ ἔχοι, εἰ δὲ μὴ, ὁ θεὸς αὐτοῖς ἐκπολεμήσαι. ἐμφρόνως δὲ τῷ γέροντι τοὺς ὅρκους πιστεύει.

108. ἠερέθονται] ἀβέβαιοί εἰσι καὶ ἄστατοι. ἐπικαλύπτει δὲ τὴν ὕβριν, ἐφʼ ἅπαντας ἀνάγων τοὺς νέους τὸ ἔγκλημα.

109. περὶ Πριάμου ὁ λόγος· πεπείραται γὰρ αὐτοῦ. ἡ δὲ στιγμὴ εἰ μὲν μετὰ τὸ μετέῃσιν εἴη, οὕτως ὁ νοῦς, τὰ παρόντα καὶ τὰ μέλ- λοντα προορᾷ, ὅπως ἄμφω ἄριστα πραχθῇ· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως, οἷς πάρεστιν ὁ γέρων εἰς τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκά- στοτε, προβλέπει τὰ ἄριστα.

114. τεύχεα] τὰς ἀσπίδας· αὗται γὰρ τελαμῶνας εἶχον, οὐκ ὄχανα.

121. * Ἶρις σημαίνει καὶ τὴν θεὸν, ὡς ἐνταῦθα, καὶ τὸ τόξον· ἔστι δὲ νέφους ὑγρότης κατʼ ἔμπτωσιν ἡλίου πεποικιλμένη, οἷον τὸ τόξον, ἢ αὐγαὶ ἀφʼ ὑγρῶν νεφῶν ἀνακεκλασμέναι, ἢ ἔμφασις ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν ὡς ἐν κατόπτρῳ φανταζομένην κατὰ κύκλου περιφέρειαν. 11. *κοινοῦ τὸ] τὸ om. 19. ὁ—ἐκπολεμήσαι] *τὸν θεὸν 13. τῆς] τῶν Vill. αὐτοῖς ἐκπολεμώσαι τῆς δὲ Ἴριδος τὸ χλωρὸν ἀέρος σημαντικὸν, τὸ πυρρὸν πνευμάτων, τὸ δὲ μελανίζον ὑδάτων.

121. ἐν ἀρχαῖς τῷ τῆς Ἥρας αὐτὴν ἐπιθέτῳ κοσμεῖ, Ἀργείας τε ἄμφω καλεῖ· “Ἥρη τʼ Ἀργείη” (Il. 4, 8) καὶ “Ἀργείη Ἑλένη” (Il. 6, 323). ἦλθε δὲ ἄγγελος δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐτάγγελος. θῆλυ δὲ θήλειϊ πείθεται· ἐρωτική τε ἡ Ἶρις, καὶ ἀεὶ συμπαροῦσα τῇ Ἀφροδίτῃ. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου εἶναι λέγου- σιν υἱὸν τὸν Ἔρωτα.

123. τὴν Ἀντηνορίδης εἶχε] οὔτε τῇ γαλόῳ δοτικῇ οὔτε τῇ Ἀντηνορίδαο γενικῇ ὑπήντησεν, ἄλλως σχηματίζων τὸν λόγον. ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ πρώην ξένος ἦν τῶν Ἑλλήνων. τὸ εἶχε ἀντὶ τοῦ ἧτινι συνῴκει.

125. ἐν μεγάρῳ] τοῦτο γὰρ ἐνδιαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.

ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν.

126. δίπλακα] δίμιτον χλαῖναν. τὸ δὲ μαρμαρέην, τὴν λαμ- πράν· συνῳδὸν δὲ τοῦτο τῷ “ἰοδνεφὲς εἶρος ἔχουσα” (Od. 4, 135) καὶ τῷ “φάρεʼ ὑφαίνουσʼ ἁλιπόρφυρα.”

128. οὕς ἑθεν] ἐγκλιτικῶς, τὸ δὲ ἐμέθεν καὶ σέθεν μόνα ὀρθοτο- νοῦνται παρʼ αὐτῷ.

130. θέσκελα] θεοείκελα, ὡς θεόφατα θέσφατα· μετὰ γὰρ τὴν συγκοπὴν ὁ πλεονασμός. τὸ δὲ δεῦρο ἀντὶ τοῦ ἄγε.

132. οἳ] τοῦτο τὸ οἳ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (134) ἀντωνυμικόν.

134. διὰ μέσου τὸ πόλεμος δὲ πέπαυται, ἵνʼ ᾖ οἳ δὴ νῦν ἕαται σιγῇ ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγε· πόλεμος δὲ πέπαυται· αὐτὰρ Ἀλέξανδρος.

135. ἀσπίσι κεκλιμένοι] ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδι- ζόμενοι πολεμεῖν.

138. ὅτι οὐ μνησικακήσει ὁ λαβών. τὸ δὲ κεκλήσῃ ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ “σὴ παράκοιτις κέκλημαι” (Il. 4, 60).

140. ἀνδρός τε προτέροιο] ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητὴς, 7. *καὶ Ζεφύρου] om. 11. πρώην ξένος] * πρόξενος. Conf. p. 178, 6. ἢ τὸ προτέροιο ἐπὶ μόνου Μενελάου τέθεικεν, ὡς εἶναι δεύτερον Ἀλέξανδρον· ἐπεὶ πρῶτον μὲν ὑπὸ Θησέως, εἶτα Μενελάου, εἶτα Ἀλεξάνδρου, Δηϊφόβου καὶ Ἀχιλλέως ἐν ὀνείρῳ, ὧν αὐτὸς οὐ μέμνηται.

141. ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν] οὗτος γὰρ σώφρονι γυναικὶ κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἠμπίσχετο ποικίλα. ὀθόνη δὲ ὁ ἑανός, ὃν καὶ πέπλον καλεῖ.

142. δάκρυ χέουσα] δακρύει ὑπὲρ Μενελάου δεδοικυῖα, ἢ καὶ τῇ μνήμῃ αὐτοῦ μόνῃ συγχεῖται.

143. οὐκ οἴη] στικτέον εἰς τὸ οἴη, καὶ τὸ ἑξῆς ἀσύνδετον.