GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.2.81-3.2.100 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.2.81-3.2.100

130. ἀλλʼ ἐπίκουροι] καὶ γάρ φησι “κέκλυτε μυρία φῦλα περι- κτιόνων ἐπικούρων” (Il. 17, 220). ἐπίκουροι δὲ οἱ ἐξ ἀλλοδαπῆς ἥκοντες πρός συμμαχίαν.

131. ἄνδρες ἔασιν] διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ ὀνειδίζει τὸ ἴδιον συμμαχικόν. τὸ δὲ ἔασι τινὲς ἔνεισιν, ὡς τὸ ἔνειμεν.

* ἐγχέσπαλοι δὲ εἴρηται ἀπὸ τοῦ τὰ ἔγχη πάλλειν καὶ κινεῖν τὰ δόρατα. ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κεκλασμένα.

132. οἵ με μέγα πλάζουσι] ἀποσφάλλουσι τῆς ὁρμῆς. εὖ δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ τὸ κοινὸν ἐλέγχειν. ἐθέλοντα δὲ τὸ δυνάμενον· Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν Ἴλιον ἤπερ Ἰλίου· ἀλλὰ συνωνυμικῶς εἶπεν, ὡς Ἀργοῦς νηὸς σκάφος. (Euripid. Med. 1).

134. βεβάασι Διός] ἀντὶ τοῦ διῆλθον, διεπορεύθησαν, ὡς τὸ “βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρείδην” (18) ἀντὶ τοῦ ἐπορεύθη. Διὸς δὲ τοῦ ἡλίου, ἢ τοῦ διερχομένου χρόνου.

ἐν ἑνὶ στίχῳ τέθεικε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν. ταῦτα δὲ ἀμφοτέροις συνάδει, τῷ μὲν ἀπιέναι, πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῷ μένειν διὰ τὸ τέως σεσηπέναι καὶ μὴ δύνασθαι πλεῖν. Θεόπομπος δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου φησὶν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι. ἔστι δὲ πρὸς μὲν τὸ ἀπιέναι διεγερτικὸν ὡς ἐκεῖ καθημένων ἀπράκτων χρόνον τοσοῦτον, πρὸς δὲ τὸ μένειν ὡς τοῦ τῆς ἁλώσεως χρόνου πλη- ρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει τὸ Ἴλιον ἔφη Κάλχας ἁλώσεσθαι. ἐλπίδα δὲ τοῦ τέλους ὑπογράφων αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον ἐνιαυτὸν εἶπε (καίτοι οὕτως ἦν τὸ ἀληθὲς, ὅπερ καὶ Ὀδυσσεύς φησιν “ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτός” 295). φασὶ δὲ ὅτι παρεληλύθεισαν οἱ ἐννέα οὗτοι ἐνιαυτοί. λέγει δὲ ὅτι ὡς παρὰ γυναι- 2. *οἱ δὲ—εὐκτικόν] Pro his in B 5. *τὸ πλέας] τὸ πολέας nihil praeter οἱ δὲ διακοσμηθείημεν. κῶν καὶ παίδων ποθούμενοι ἀπαλλαττόμεθα, ἢ ὡς μηδὲν τῆς προσδο- κίας ἄξιον εἰργασμένοι.

140. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν] ἐνῆν εἰπεῖν στείχωμεν· ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου. φίλην δὲ τὴν ἰδίαν· “φίλους λήθοντε τοκῆας” (Il. 14, 296). πατρίδα δὲ, τουτέστιν ἕκαστος εἰς τὴν ἰδίαν· ἔδει δὲ εἰπεῖν πατρίδʼ ἐς αἶαν.

142. θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν] τὸ αἰφνίδιον τῆς τῶν ἀνθρώπων ὁρμῆς ἐσήμανε, περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων. τὸ δὲ μετὰ πληθύν ἀντὶ τοῦ ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος. ἐπάκουσαν δὲ ἀντὶ τοῦ ᾔσθοντο τῆς τοῦ Ἀγαμέμνονος γνώμης.

144. κινήθη] ὥρμησε. μακρὰ δὲ τὰ ὑψηλὰ, ἤτοι τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ ἄλλα ἐπʼ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάττης.

διὰ τί δὲ προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμέ- νοις (75) “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν,” ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς οὔτε Ὀδυσσεὺς οὔτε ἄλλος οὐδεὶς τοῦτο ἐποίησε ταχέως, ἀλλʼ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχὶ ἁπτόμενος τῆς νηὸς, οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ ὥσπερ καθεύδοντα ἐγείρουσα τὸν Ὀδυσσέα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτοὺς, θορύβου κατέχοντος το- σούτου· θεατὰς γοῦν ἡμᾶς ποιῶν τῆς τότε ἀταξίας αὐτῶν, ἐπιτρα- γῳδεῖ ταῦτα τὰ ἔπη “κινήθη δʼ ἀγορὴ ὡς κύματα.” διὸ ὁ Ὀδυσ- σεὺς, μετὰ Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου δεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς τοῦτον ἡ Ἀθηνᾶ ἥκει· οὐ γὰρ πιθανὸν θεοῦ δίχα παυθῆναι τοιοῦτον θόρυβον.

146. ὤρορʼ] ἀπὸ τοῦ ὄρωρε Ἀττικοῦ ὑπέρθεσις ἐγένετο τοῦ χρόνου. ἐπαίξας δὲ, ἄνωθεν αἰγιδώδης πνεύσας.

147. πρὸς συμπλήρωσιν τῶν ἀσταχύων οἱ ζέφυροι πνέουσιν. ληΐῳ δὲ τὴν ἠϊόνα παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολὴ, ὅπερ ἄμεινον ἐνταῦθα· ἡ πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυ- μαδὸν ὁρμὴν παρίστησιν.

148. πυκνοῖ τὸ λήιον τοῖς στάχυσιν, ὡς “ἔφριξε δὲ μάχη ἐγ- χείῃσιν.” οἱ δὲ στάχυες ὑπὸ τοῦ ἀνέμου συνειλούμενοι πυκνοῦσι τὸ λήϊον.

150. νῆας ἐπʼ ἐσσεύοντο] οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλει- φόμεναι οὐκ ἀναστρέφονται, ἐπεὶ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλοῦσαι. ὑπένερθε δὲ ἤτοι ὑπὸ τῶν ποδῶν αὐτῶν νέρθεν ἐγειρομένη ἀνίστατο ἡ κόνις.

152. ἅπτεσθαι—δῖαν] ἐπιλαμβάνεσθαι, ὡς τὸ “ἑανοῦ ἁπτομένη (Il. 16, 9). τὸ δὲ δῖαν Δωρικῶς συνέστειλεν.

153. οὐρούς] ἐκ τοῦ ὀρούειν· διʼ αὐτῶν γὰρ αἱ νῆες ὀρούουσιν. τῷ δὲ χρόνῳ πολλή τις ὕλη περὶ αὐτοὺς ἦν, ἣν καὶ ὑφεῖλκον.

ἀϋτὴ δʼ οὐρανὸν ἷκεν] μεγαλοφυῶς ηὔξησε τὴν ταραχὴν, ἣν καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν ἐλεπτολόγησεν.

155. νόστος] ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· “νόστου δὴ μνῆσαι” (Il. 10, 509) καὶ “νοστήσαντα ἄνακτα” (Il. 13, 38). τὸ δὲ ὑπέρμορα ὀνοματικόν ἐστιν ἐπίρρημα.

156. εἰ μὴ Ἀθηναίην Ἥρη] εἰς τοσοῦτον ἄγει τὰς περιπετείας. ὡς μὴ δύνασθαι αὐτὰς ἀλλʼ ἢ μόνον μεταθεῖναι τὸ θεῖον. πρῶτος δὲ καὶ τὰς τραγικὰς τοῖς τραγικοῖς εἰσηγήσατο μηχανάς.

τὸ τῆς Ἀθηνᾶς ἄγαλμα δόρυ κρατεῖ διὰ τὸ σταθηρὸν καὶ ἀν- δρεῖον· ὁμοίως καὶ ἀσπίδα παρὰ τὸ πᾶσαν ἐπιβουλὴν διὰ τῆς σοφίας ἀπωθεῖσθαι· ἡ αὐτὴ γάρ ἐστι τῷ νῷ. καὶ περικεφαλαίαν διδόασιν αὐτῇ διὰ τὸ εἶναι τῆς σοφίας τὸ ἀκρότατον ἀθέατον καὶ ἐλαίαν ὡς καθαρωτάτης οὔσης οὐσίας· φωτὸς γὰρ ὕλη ἡ ἐλαία. καὶ Γοργόνα διδόασιν ἐπὶ τοῦ στήθους αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.

157. ὦ πόποι] καὶ τῷ σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν αἰσχύνην τῶν φίλων προβέβληκε, καὶ τῶν πολεμίων τὴν χαρὰν ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις Ἥραν καὶ Ἀθηνᾶν λέγων, δεί- κνυσιν ὅτι οὔτε μητρνιὰν πρόγονον δεῖ μισεῖν οὔτε πρόγονον μητρυιά διαφέρεσθαι, ἀλλʼ ἢ μᾶλλον συμφέρεσθαι.

161. Πριάμῳ καὶ Τρωσί] καλῶς οὐκ Ἀλεξάνδρῳ, ἀλλὰ Πριάμῳ καὶ Τρωσί φησι, τῆς Ἑλληνικῆς Ἑλένης αὔξων τὸ ἐγκώμιον.

163. ἀλλʼ ἴθι νῦν] οὐκ ἄτοπον γὰρ καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπηρεσία.

164. ἀγανοῖς] προσηνέσι, πράοις, ἐπάγεσθαί τε καὶ ὑπάγεσθαι 2. ἐπεί] *εἰ, recte. 11. *δὴ] δέ μιν 10. Ἀχαρνεῦσιν] οὐρανομήκη φωνήν 15. *τραγικὰς—τραγικοῖς] στρατη- dixit Nub. 357. γικὰς—στρατηγικοῖς δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν, τὸ σφριγῶδες τῆς ὁρμῆς. τὸ δὲ ᾱ πρὸ τοῦ γ ψιλοῦται, πλὴν τοῦ ἁγνός.

165. ἀμφιελίσσας] ἀμφοτέρωθεν στρεφομένας καὶ ἐρεσσομένας.