GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.2.61-3.2.80 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.2.61-3.2.80

105. Πέλοψ δῶκʼ Ἀτρέι] φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβουλεύ- σαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ πατρὸς, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς Ἦλιν κρα- τῆσαι τῶν σκήπτρων τοῦ πατρός.

1. *παύοντες] ποιοῦντες 10. * ἀτιστροφὴ] ἀναστροφὴ

106. Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ] ὅτι Ὅμηρος οἶδεν αὐτοὺς ἄχρι τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας· εἰ δὲ ἦν αὐτοῖς ἔχθρα, οὔθʼ ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτʼ ἂν οἱ θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι Ἀγαμέμνονα· οὔτε Ὅμηρος πικρῶς οὕτως ἐλοιδόρει αὐτὸν ἄναλκιν καλῶν καὶ δολόμητιν, εἰ μὴ τὰ τὴν συγγένειαν πρῶτος ἐλυμήνατο. Λικύμνιος δὲ παραδηλοῦσθαί φησι λεληθότως τὴν ἔχθραν, ἵνα μὴ λοιδορήσῃ τὸ γένος· τὸ μὲν γὰρ δῶκε φιλίας τεκμήριον, τὸ δὲ καταλιπεῖν ἀνάγκης, διὸ ἐφʼ ὧν μὲν τῷ ἔδωκεν ἐχρήσατο, ἐμʼ ὧν δὲ τῷ ἔλιπεν.

107. λεῖπε φορῆναι] μεγάλη καὶ πολυχρόνιος πρὸς ἀρχὴν ἡ τοιαύτη κατασκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν φοροῦντα.

108. πολλῇσιν νήσοισι] τούτῳ τοῦτο συνέβη διὰ τὴν ἐπὶ Ἴλιον στρατείαν· Ῥόδιοι γὰρ καὶ Αἰγινῆται καὶ οἱ λοιποὶ λαοὶ Ἀτρείδεω Ἀγαμέμνονος λέγονται. τινὲς δὲ ἐννέα κώμας φασὶν ἐν Ἄργει, αἳ ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους.

109. ἐρεισάμενος] ἀπερείδων ἑαυτὸν καὶ ἀναπαύων.

110. ἥρωες Δαναοί] προεπαίρει τοῖς ἐγκωμίοις, ὅπως αἰδοῖντο φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα, ἢ ἑτέρως ἀποβῇ καὶ θεομισὴς εἶναι δόξῃ.

111. ἄτῃ] ἄτη ἡ ἑκούσιος ἁμαρτία, καὶ ἀτηρός, καὶ ἶσα ἄτῃσιν. οἱ δὲ ζημία· τοῦτο δὲ ἀναπόδεικτόν ἐστιν.

112. ὑπέσχετο καὶ κατένευσεν] προτρεπτικὸν τοῦτο πρὸς τὸ μένειν τοὺς Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατα- νεύσει (Il. 1, 527). ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς καὶ τὰς διοσημίας.

113. ἐκπέρσαντʼ] τὸ ἐντελὲς ἐκπέρσαντι, ὡς “χρυσείῃ κερκίδʼ ὕφαινεν” (Od. 5, 62). καὶ “Αἴανθʼ, ὃς βελέεσσι βιάζετο καὶ οὐ χάζετʼ ὄπισθεν” (Il. 15, 727).

114. κακὴν ἀπάτην] ἔστι γὰρ καὶ δικαία, ὡς καὶ Αἰσχύλος (fr. 287.) “ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός.” καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι;

115. δυσκλέα] ἐκ τοῦ δυσκλεεύς δυσκλεέα· ἔστι δὲ ἔλλειψις τοῦ ε, οὐ συναλοιφή· οἱ δὲ νεώτεροι ἐκτείνουσι καὶ περισπῶσιν ὡς ἀπὸ τοῦ δυσκλεής. τοῦτο δὲ εἶπεν οἰόμενος ὡς οὐ πείσονται οἱ Ἕλληνες δυσκλεεῖς ὑποστρέψαι.

3. * οὔτ᾿] οὐκ 33. συναλοιφή] συναλιφή

ἐπεὶ πολὺν ὤλεσα λαόν] ἀντὶ τοῦ ὅτε. οἰκειοῦται δὲ τὴν ἀπώλειαν τοῦ στρατοῦ παραμυθίας ἕνεκα.

116. μέλλει ἀντὶ τοῦ ἔοικε· διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν.

117. ὃς δὴ πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει, εἴτε περὶ τῶν εἰκοσιτριῶν πόλεων ὧν περὶ Ἴλιον ἐπόρθησαν. ὑπόνοιαν δὲ δίδωσι καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ Διός.

118. τοῦ γὰρ κράτος] Πυθαγόρας τί ἐστι θεῖον ἐρωτηθεὶς τὸ πάντων ἔφη κρατοῦν, τῷ αἰτίῳ καὶ τοῖς ἄλλοις, ὥστε καὶ πολέμων ἔχειν ἐξουσίαν· τίς ἂν οὖν εἴην ἐγῶ, φησὶν Ἀγαμέμνων, πρὸς τὸ κράτος ἐκείνους;

120. τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν] διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία· καὶ ὅτι ἀίδιος ἔσται αὐτοῖς ἡ ὕβρις, τὸν πόλεμον ἀτελῆ καταλιποῦσιν.

122. ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ γε καὶ πλείους καὶ ἰσχυ- ρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς ἥττης πολλὴ ἡ αἰσχύνη.

τέλος δʼ οὔ πώ τι πέφανται] τὸ δέ ἀντὶ τοῦ γάρ. κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πέφανται. πῶς οὖν πρὸ τέλους ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας.

125. Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν] οὐχ ὁμοίως ἐσχημάτισε τῷ Τρῶας τὸ ἡμεῖς· ἀντίστροφον δὲ τοῦτο καὶ κατὰ τὰς πτώσεις· “ἢ ἐθέλεις ὄφρ᾿ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως” (Il. 1, 133). τὸ δὲ λέξασθαι δηλοῖ ε΄, τὸ λέγειν, ὡς τὸ “λέξασθαι δὲ περὶ τῶν οὐ δύναται·” τὸ κοιμᾶσθαι, ὡς τὸ “λέξομαι δʼ εἰς εὐνήν” (Od. 17, 102)· τὸ ἐκλέγεσθαι, ὡς τὸ “λέξασθαι κούρους” (Il. 21, 27)· τὸ ἀριθμεῖν, ὡς τὸ “λέγε κήτεσσι” (Od. 4, 452)· τὸ οἰκοδομεῖν, ὡς τὸ “αἱμασιὰς λέξονται” (Od. 24, 223). ἐφέστιοι δὲ οἱ ἔποικοι, συναριθμουμένων παιδίων καὶ γερόντων· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι.

126. ἐς δεκάδας διακοσμηθεῖμεν] ἔθος πλείονας τῶν δέκα μὴ συνεσθίειν, ὡς καὶ Ἀριστοτέλης ἐν Πολιτείαις φησίν. τὸ δὲ διακο- 33. *διακοσμηθῆμεν] διακοσμηθεῖμεν σμηθῆμεν ἀντὶ τοῦ διακοσμηθῆναι, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ ἐθελήσομεν. οἱ δὲ διακοσμηθεῖμεν, ἵνʼ ᾖ διακοσμηθείημεν εὐκτικόν.

127. οἰνοχοεύειν] πιθανῶς κἀν τῷ ἀριθμεῖν αἰχμαλωσίαν οἰωνίζεται Τρωσίν. ἢ ὡς φιλοίνοις, ἢ ὡς ἐν συμποσίοις ἀλαζονευομένοις. ἢ διαπαίζει τὸν Γανυμήδους μῦθον.

129. πλέας] ἀπὸ τοῦ πλέονας τὸ πλέας συγκέκοπται.