GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.10.101-3.10.120 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:3.10.101-3.10.120

271. δὴ τότʼ Ὀδυσσῆος] ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ τοσούτων ἐλθοῦσαν αὐτὴν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν ἐξ Αὐτολύκου.

272. ὅπλοισιν ἐνὶ δεινοῖσιν] ἴσως διὰ τὴν κατάπληξιν τῆς προσ- δοκωμένης αὐτῶν λαθραίας πράξεως τὴν δεινότητα τοῖς ὅπλοις προσῆψεν.

273. πάντας ἀρίστους] μένοντας καὶ καραδοκοῦντας δηλονότι τὴν ἀπόβασιν.

274. ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὡς φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μὲν, ἔκπυστα δὲ καὶ ἄκρυπτα δρά- σουσιν ἐν τοῖς πολεμίοις. ἐρωδιὸν δὲ ἔπεμψεν, ἐπεὶ ἑλώδης ὁ παρὰ τῷ Σκαμάνδρῳ τόπος καὶ ὑδατῶδες τὸ ὄρνεον. ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν.

*ἐρωδιόν] Ζωίλος ὁ κληθεὶς Ὁμηρομάστιξ γένει μὲν ἦν Ἀμ- φιπολίτης, τοῦ δὲ Ἰσοκρατικοῦ διδασκαλείου, ὃς ἔγραψε τὰ καθʼ Ὁμήρου γυμνασίας ἕνεκα, εἰωθότων καὶ τῶν ῥητόρων ἐν τοῖς ποιη- ταῖς γυμνάζεσθαι. οὗτος ἄλλα τε πολλὰ Ὁμηροῦ κατηγόρει καὶ τὰ περὶ τοῦ ἐρωδιοῦ, ὃν ἐν τῇ νυκτεγερσίᾳ ἔπεμψε τοῖς περὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ, ὃν, φησὶν, οὐκ εἶδον ὀφθαλμοῖσιν, ἀλλὰ κλάγ- ξαντος ἄκουσαν. πῶς γὰρ, φησί, χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς; εἰκὸς γὰρ ἦν ὑπολαβεῖν περιβοήτους ἔσεσθαι· φωνὴ γὰρ σημεῖόν ἐστι τοῖς λανθάνειν προαιρουμένοις ὑπεναντίον. Μεγακλείδης, ὅτι μαντικῶς ταῦτα ἐποίησεν· δηλοῖ γὰρ ὅτι φωνὴν ἤκουσαν μόνον. οὐκοῦν οὕτως ἀπέβη τὸ μέλλον· αὐτοὶ μὲν γὰρ ὑπὸ τῶν πολεμίων οὐκ ώφθησαν, ἤκουσαν δὲ τὰ βουλεύματα καὶ τὰς τάξεις Δόλωνος ἐξαγγείλαντος. πῶς ἂν οὖν οἰωνὸς σαφέστερος φανείη; Ἀλέξανδρος δὲ ὁ Μύνδιος ἐν τῷ τρίτῳ περὶ ζὡων ἠπόρει διὰ τί ἡ Ἀθηνῶ ἐπὶ τὴν κατασκοπὴν πορευομένοις τοῖς περὶ τὸν Ὀδυσσέα οὐ τὴν γλαῦκα τὴν ἰδίαν ὄρνιν ἔπεμψε σημαίνουσαν τῇ φωνῇ, καὶ ταῦτα νυκτερινὴν οὖσαν ὄρνιν, ἀλλʼ ὅτι ἱερὸν τοῦ Ποσειδῶνος καὶ ἑτέρων τινῶν θεῶν. φασὶν οὖν λύοντες ὅτι ἑλώδους ὄντος τοῦ τόπου, τῶν ζῳων τούτων νυκτὸς ἐν τοῖς ποταμοῖς καὶ τοῖς τέλμασι νεμομένων, διὰ τούτου σημῆναί τι τοῖς κατασκόποις ἠβουλήθη, καὶ οὐ τῆς τὸ ὕδωρ καὶ 6. ἀὐτῶν] *διʼ αὐτῶν 16. διδασκαλείου] διδασκῖ , quod pro διδασκάλου accepit Vill. τὰ ἕλη μισούσης ὄρνιθος, διαιτωμένης καὶ οἰκούσης ἐν πέτραις καὶ τείχεσιν, ἐπεὶ καὶ ὁ ὄρνις οὗτος ἡμέρᾳ τε καὶ νυκτὶ χρῆται ἐνεργὸς ὢν, καὶ ἔστιν ἀμφίβιος, ὥστε καὶ ἐν ὕδατι τροφὰς ἑαυτῷ πορίζειν. οἱ δʼ ἀριστεῖς οὗτοι καὶ σὺν ναυσὶ καὶ πεζοὶ τὰ κατὰ τοὺς πολε- μίους ἐληίζοντο, καὶ ἀναφανδὸν καὶ τότε διὰ τῆς νυκτὸς τὰ πρὸς τὸν πόλεμον ἔπραττον. ἐπεὶ δʼ αὐτίκα δράσειν ἔμελλον, ἐγγὺς ὁδοῖό φησι· τὰ γὰρ ἐγγὺς ἀπανταχοῦ ἐστὶ σημεῖα. ἐν δεξιῷ δὲ χώρᾳ ἡ κλαγγὴ αὐτοῖς γίνεται, ὅτι ἡ δεξιὰ ἀλλοτρία χώρα, ἐν ᾗ τοῖς δυσμενέσιν ἔμελλον ἔσεσθαι ἀλγηδόνες, τοῖς δʼ ἀκούσασι χαρά τε καὶ ἔρυμα. ὁ γὰρ ἐρωδιὸς οὗτος ὡς ἐπὶ τὸ πολὺ τότε κλαγγάζει, ἡνίκα εὗ πράττει καὶ εὐθυμεῖ ἄγρας ἕνεκα. ἔτι δὲ ὁ ἐρωδιὸς λέγεται ἀφροδισίων ἕνεκα αἷμα δακρύειν, καὶ προπίπτειν αὐτοῦ τοὺς ὀφθαλ- μοὺς, καὶ ἀποθνήσκειν, ὥστε τῇ δεξιᾷ χώρᾳ ὀφθεὶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς ἀλλοτρίους καὶ πολεμίους γάμων ἕνεκα ἐδήλου τεθνήξεσθαι. καὶ Ἕρμων δὲ ὁ Δήλιος γράφει “ἐρωδιὸς ὁ πελλὸς ἐν πεδίῳ φαινό- μενος δαπέδου μεδέοντός ἐστι Ποσειδῶνος, ἄρμενος εἰς πόλεμόν τε καὶ ἐν νήεσσι μάχεσθαι ἐσθλὸς, καὶ πεζοῖσι καὶ ἱππήεσσιν ἄριστος, ἐν πεδίῳ θεμένοισι μάχην, ἐν ὄρει δέ τε χείρων φαινόμενος, μάλα γὰρ πέλεται νικηφόρος ὄρνις, ἔς τε βρομίην ὀρμένω ἀπειλίην ἄρμε- νος, ὁπλίτην κεν ἄγων οἶκόνδε νέοιτο.” οὕτω δὲ καὶ ἀξιοῦσιν οὐ Παλλὰς Ἀθηναίη γράφειν, ἀλλὰ πελλόν· τοὺς δὲ μεταγράψαντας τῷ ἐπιθέτῳ ψυχαγωγηθῆναι, οὐ τῇ ἀληθεία δὲ ἀκολουθῆσαι· ὅθεν καὶ Ζώπυρος ἐν τετάρτῳ Μιλήτου κτίσεως γράφει· ἐν τῇ νυκτεγερσίᾳ τοῦ ποιητοῦ θέντος πελλὸν Ἀθηναίη, μεταγράφουσί τινες καί φασι Παλλὰς Ἀθηναίη, τῷ ἐπιθέτῳ ψυχαγωγούμενοι, ἀλλʼ οὐ τῇ ἀληθείᾳ ἀκολουθοῦντες. τρία δὲ γένη ἐστὶν ἐρωδιῶν, καὶ τῇ χροιῶ διαλλάσσοντα ἀλλήλων καὶ τῇ πράξει διάφορα ὄντα καὶ τῇ φωνῇ· ἂν μέντοι γένος ἐστὶν ἐρωδιῶν, τὸ καλούμενον πύγαργον, ὅπερ ἐστὶ πρὸς γάμον τῶν πάντων δυσαντητότατον· ἐν γὰρ τῷ συνουσιάζειν ἀπόλλυται μετὰ πόνου· προβάλλει γὰρ τοὺς ὀφθαλμοὺς καὶ αἰμορτ ῥογεῖ. ἄλλος ἐστὶν ἐρωδιὸς, ὃν καλοῦσιν ἀφροδίσιον· οὗτος δὲ ἐν μἐν τῇ συνουσίᾳ ἁρμόζει, πρὸς δὲ γάμον καὶ συμφωνίαν βίου αἰσίῳ- 13. ἐν addidit Vill. 19. ἀπειλίην] Literae ην deletae. 15. Ἕρμων Eustathius p. 804, 20. ὁπλίτην] Sic codex, non 57] ἔρῶν. Locus ex Hermone ὁπλίτα ut Vill. allatus hexametris scriptus est, νέοιτο] νέοτ. (sic B) partim corruptis. 23. νυκτεγερσίᾳ] νυκτηγερσίᾳ τατὸς. τρίτος δὲ πελλὸς ὁ μελάγχρους, καὶ πρὸς λαθραίαν πρᾶξιν ἄριστος πάντων ἐστίν. οὐκ ἤμελλεν οὖν ὁ ποιητὴς τριῶν ὀρνίθων ὄντων, καὶ τούτων ἴδιον ἑκάστου φέροντος πρᾶγμα, ἀφεὶς τὸ τὴν παροῦσαν ὁδὸν σημαῖνον τῇ κοινοτέρᾳ τῶν ὀρνίθων ἐπὶ πάντων ὁμοίως χρῆσθαι. Καλλίμαχος δὲ ἐν τῷ περὶ ὀρνέων οὐ τὸν πύγαργόν φησιν εἶναι τὸν ἐν τῇ ὀχείᾳ τοὺς ὀφθαλμοὺς αἱμάσσοντα, ἀλλὰ τὸν πελλὸν, γράφων ὑδε· “ἀστερίας, ὁ δʼ αὐτὸς καλεῖται ὄκνος· οὗτος οὐδὲν ἐργάζεται. πελλός· οὕτος ὅταν ὀχεύῃ, κραυγάζει καὶ ἐκ τῶν ὀφθαλ- μῶν ἀφίησιν αἷμα, καὶ τίκτουσιν ἐπιπόνως αἱ θήλειαι. λευκός· οὗτος ἀνωδύνως ἐν ἀμφότεροις ἀπαλλάσσεται.”

ἐγγὺς ὁδοῖο] ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι.

275. δηλοῖ ὅτι οὐκ ὀφθήσονται μὲν, εἴσονται δὲ τὰ τῶν πολεμίων ἐκ τῆς φωνῆς Δόλωνος.

278. καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει.

279. παρίστασαι] καὶ τοῦτο πραγματικῶς· προθυμότερον γὰρ καὶ ἄνθρωποι καὶ θεοὶ εὐεργετοῦσι τοὺς ὑπὲρ ὥν πεπόνθασι χάριν ὁμολογοῦντας.

280. κινύμενος] ὑπερβολικῶς εἶπε, οἷον καὶ ἐπὶ μικράν τινα πρᾶξιν ὁρμῶν.

286. δύναται μὲν καὶ εἰς τὸ Τυδέϊ δίῳ ἡ στιγμὴ τάττεσθαι, δύναται δὲ καὶ εἰς τὸ νήψας· τὸ γὰρ ἐς Θήβας ἄμφω συντάσ- σειν ἀκώλυτόν ἐστιν.

288. καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζό- μμενον.

291. ὧς νῦν μοι] ὅρα πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινοποίησεν, οὗτος δὲ ἰδία καὶ ἄλλως.

299. ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότεροι τοὺς κατασκόπους πέμ- πουσι· συντνγχάνουσι γὰρ ἀλλήλοις ἰόντες· ἀλλʼ ὁ ποιητὴς ἐτίμησε τὸ Ἕλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου.

300. πάντας ἀρίστους] ὁ μὲν Ἕκτωρ θορυβώδης καὶ ἀλαζών ὀν πάντας ἀνοήτως συγκαλεῖ τοὺς ἀρίστους, ἔνθα δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, οἱ δὲ Ἕλληνες βραχεῖς.

303. τίς κέν μοι] ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπα- κουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται. καὶ οἱ μὲν ᾶ 1. λαθραίαν Vill.] λαθραίην 7. ὧδε Bekk.] δ· ἔχουσιν ἐπαγγέλλονται, ὁ δὲ ἃ οὐκ ἔχει. καὶ οἱ μὲν δῶρον, ὁ δὲ ἀτίμως φησὶ μισθόν.

308. ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμπων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψίν τινος πολεμίου μονωθέντος· ὁ δἡ Ἕκτωρ ἐπὶ τὴν περὶ τῶν ὅλων γνῶσιν.

314. ἦν δέ τις] διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ ἀνδρὸς, ὅπως τοιοῦτος ὡν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετʼ ὀλίγον προδότης γίνεται. ταχέως δὲ πανία ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρὸς, τὴν τέχνην, τὴν τύχην, ὅτι πλού- σιος, τὴν μορφὴν τοῦ Δόλωνος καὶ τὴν ὠκύτητα.

315. ὅμως καίπερ ἔχων πάντα, διʼ ἀλαζονείαν ἠράσθη κέρδους. τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμποιεῖ πόθον. εὔελπις δὲ ἦν ὡς εἰ ληφθείη, διὰ τούτων λυτρωθήσεται.

318. ὅς ῥα τότε] δοκεῖ διαγανακτεῖν ὁ ποιητὴς, οἷος ὢν οἵοις ἐπιχειρεῖ.

319. Ἔκτορ, ἔμʼ ὀτρύνει] ὁ μὲν Διομήδης προσλαβέσθαι συνεργὸν ἔσπευσε, καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώ- μενος· ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ.

320. ἔκ τε πυθέσθαι] τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι· ὁ δὲ εἴ τινα που δηίων ἕλοι ὡς ἐκ παραδόξου.