I. Μῆνιν] μῆνις παρὰ τὸ μένω ἐν ἐκτάσει μῆνις ὡς ἔνος ἦνις.
ἄειδε θεά] μετωνυμικῶς ποίει ἀείδειν· βούλεται γὰρ τὰ λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν. ὅταν δὲ περὶ τοῦ πολυτρόπου (Od. 1, 1) ὁ λόγος, ἔννεπέ φησιν ἁπλῶς.
ἄειδε θεά] ἔθος τοῦτο ποιητικὸν, ὃ πάντες μικροῦ δεῖν ἐφυλάξαντο,
καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς. καὶ ἐν
Ὀδυσσείᾳ γάρ φησιν “ἄνδρα μοι ἔννεπε Μοῦσα,” καὶ πάλιν ἐπάγει
“τῶν ἀμόθεν γε θεά·” καὶ ἀλλαχοῦ (Od. 8, 499) “ὁ δʼ ὁρμηθεὶς
2. οὐλομένην] τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν. ὡς ἐπὶ ἰδίοις δὲ ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑποφαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· ποσόν, πολλάς· ποιόν, ἰφθίμους· οὐσίαν, ψυχάς· τόπον, Ἅϊδι· χρόνον, προΐαψεν.
μυρία] τινὲς θρηνητικὰ, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν. οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα μαθεῖν ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις.
ἄλγεʼ ἔθηκε] ῥητορικὴ ἡ μετάληψις. παρὸν γὰρ ἦν φάναι “ὃς
μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν·” ἀλλʼ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει
τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. τὸ δὲ ἥ κατὰ δοτικήν τινες
ἤκουσαν, οὐκ ὀρθῶς. κίνησιν δὲ οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον,
εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων.
3. ψυχάς] Ἀπολλώνιος ὁ Ῥόδιος κεφαλάς γράφει.
Ἄϊδι προΐαψεν] ἐναντίον τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον
ἔμμεναι ἀνδρῶν” (Il. 6, 488). ἀλλʼ οὐ ταυτὸν ἐκείνῳ τοῦτο. νῦν
γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως
ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς
ὡρισμένης τελευτήν. πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ
γινόμενος· “γῆρας γὰρ, φησὶ, καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι
πέλονται” (Od. 13, 59). προΐαψεν οὖν, ἔβλαψε πρὸ τοῦ ὅρου
παραπέμψασα τῷ Ἅδῃ, τοῦτʼ ἐστὶ πρὸ τοῦ πρέποντος ἀνθρώποις
θανάτου· ἢ περιττεύει ἡ πρό, ὡς τὸ “νῆάς τε προπάσας” (Il. 2
493).
*Πορφυρίου. τὸ “πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν”
λέξιν. τὸ προΐαψεν ἀποδιδόασί τινες ἀντὶ . . . . . . . . . . . . .
τὸ γὰρ Ἄϊδι προΐαψεν . . . . . . . . . .
4. καὶ ἀλλαχοῦ (Il. 9, 547) “ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ) ἀμφὶ συὸς (γάρ φησι) κεφαλῇ.”
ἑλώρια] δασύνεται τὸ ἑλώρια παρὰ τὸ ἕλω ἕλωρ, ὡς παρὰ τὸ πέλω πέλωρ. κτητικὸν δέ ἐστι τὸ ἑλώριον, ᾧ ἀντὶ τοῦ ἕλωρα ἐχρήσατο. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ τεῦχε αὐτοὺς παράτασις . . . . . . . . . .
αὐτοὺς δὲ ἑλώρια] δυσμενεῖς τοὺς ἀκροωμένους ἀπεργάζεται βλασ-
οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν σωτη-
ρίας φροντίζουσιν. εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξο-
δον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ
ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα
ἡ Ἰλιὰς τελευτᾷ.
5. οἰωνοῖσι] καὶ ἀλλαχοῦ “τάχα κέν σε γῦπες ἔδονται” (Il. 22. 42). οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ βίᾳ τὸ πᾶν ἕλκουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλʼ οὖν ἀνέδην πᾶσι προύκειντο.
Διὸς δʼ ἐτελείετο βουλή] Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν
ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· “Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι
βούλετο κῦδος” (Il. 13. 347). Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς
ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ
καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ Διὸς ἐτελείετο βουλὴ τῷ τοὺς ἠδικη-
κότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τέλος τῆς Ἰλιάδος,
ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φρά-
σεως, τὸ πολλὰς δʼ ἰφθίμους ψυχάς, τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον,
ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ.